Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.9.558

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Γορπιαίου εἰκάδι Ἐπεὶφ κ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Πακῦσις ὡς ἐτῶν ἑβδομήκοντα ὀκτὼι οὐλὴ γόνατι δεξιῷ καὶ Τιθοεῖς ὡς ἐτῶν οὐλὴ ἀμφότεροι Πεταῦτος καὶ ὁ τοῦ τετελευτηκότος αὐτῶν ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ υἱὸς Σαταβοῦς ὡς ἐτῶν τριάκοντα οὐλὴι ταρσῷ δεξιῶι οἱ τρεῖςτρῖς διειρῆσθαι πρὸς ἑαυτοὺς ἐπʼ ἔτη τρία ἀπὸ τοῦ εἰσιόντος ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου τὴν γεωργίαν ὧν γεωργοῦσιν κοινῶς ἐξ ἴσου ἐκ τοῦ περὶ Καρανίδα ἀρούρας τέσσαρες ἥμισυ ἐν δυσὶ σφραγῖσι, περὶ δὲ Ψεναρψενῆσιν ἀρούρας δύο ἐν σφραγῖσι ἐπὶ παντὸς δὲ τοῦ ἀρουρηδοῦ ἢ ὅσου ἐὰν ἦι, καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως ἐπανειρῆσθαι τὸν μὲν Πακῦσιν εἰς τὸ ἐπιβάλλον αὐτῶι τρίτον μέρος ἐκ τοῦ πρὸς βορρᾶ μέρους τῆς διώρυγος ἄρουραν μίαν ἐν ἧι ἐρίκινον φυτὸν ἐκφορίου πυροῦ ἀρταβῶν τὸ ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον τῶν περὶ Ψεναρψενῆσιν ἀρουρῶν δύο ἐκφορίου πυροῦ ἀρταβῶν δεκαδύο ε μέτρῳ δημοσίῳ καὶ ἀπὸ τῶν περὶ ΚερκεσοῦχαΚερκεχα ἀρούρας δύο ἐν δυσὶ σφραγῖσι νης κατʼ ἔτος εἰς τὸ δημόσιον ὑπὲρ τοῦ Τιθοείους πυροῦ ἀρτάβης ἡμίσους καὶ ἐπανειρῆσθαι τὸν Τιθοεῖν εἰς τὸ αὐτῷ ἐπιβάλλον μέρος περὶ Καρανίδα πρότερον Πεμοῦτος ἄρουραν μίαν ἐκφορίου κατʼ ἔτος πυροῦ ἀρταβῶν ἕνδεκα ἡμίσους καὶ ἄρουραν μίαν πυροῦ ἀρταβῶν δεκατριῶν ἡμίσους ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρταβῶν εἴκοσι πέντε σαναφι λαχανοπώληι ἀντὶ τῶν ὑπὲρ αὐτῶν δημοσίων αὐτοῦ ἀρταβῶν ἓξ μέτρῳ ἑξαχοινίκῳ καὶ τὸν Σαταβοῦν ὁμοίως ἀρταβῶν ἐννέα καὶ περὶ Ψεναρψενῆσιν τὸ ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον Καρανίδα ἐκ τοῦ πρὸς νότον μέρους τῆς διώρυγος ἄρουραν μίαν ἥμισυ ἑξαχοινίκῳ μέτρωι δημοσίωι. ἐνμενέτωσαν οὖν οἱ ὁμολογοῦντες μετὰ τὸν χρόνον παραδότωσαν τὰς ἀρούρας καθαρὰς ἄρουραν μίαν ἀπὸ ἀναπαύματος. ἐὰν δέ τι τοῦτων παραβῇ ἀποτισ άτω Ἅρπαλος ΑσωτᾶτοςΠαποντῶτος καὶ Ἥρων Σατύρου καὶ ὁ τοῦ Πακύσιος υἱὸς Πεταῦς. Πακῦσις Πεταῦτος ὁμολογῶ διειρῆσθαι πρὸς Τιθοεῖν καὶ Σαταβοῦν ἐφʼ ἔτηἔετη τρία ἀπὸ τοῦ εἰσιόντοςἰσιόντος ἔτους καὶ ἐπανειρῆσθαι εἰς τὸ ἐπιβάλλον μοι μέρος ἀπὸ τῶν περὶ Καρανίδα ἀρουρῶν ἐκ τοῦ πρὸς βορρᾶ μέρους ἄρουρανἄρουρ μίαν ἐν ᾗ ἐρί κινον φυτὸν τῶν περὶ Ψεναρψενῆσιν ἀρουρῶν δύο πυροῦ ῶν μέτρωι δημοσίωι καὶ περὶ Κερκεσοῦχα ἀρο δημοσίωι καὶ εἰσμετρήσω κατʼ ἔτος ὑπὲρ τοῦ Τιθοείους ασι καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Πεταῦς ὁ υἱός. ἐφʼ ἔτη τρία καὶ ἐπανείρημαι εἰς τὸ ἐπιβάλλον μοι μέρος περὶ δύο καὶ περὶ Κερκεσοῦχα ἐκ τοῦ πρὸς νότον μέρους ἀρούρας δύο πυροῦ ἀρτάβας ἓξ καὶ περὶ Καρανίδα ἔγραψα ὑπὲρ αὐτοῦ Ἅρπαλος ἈσωτᾶτοςἍρπαλος Παποντῶτος περὶ ΚερκεσοῦχαΚερκεχα ἐντὸς τοῦ λαχ ἀρουρῶν δύο πυροῦ ἀρταβῶν δεκαδύο καὶ πάντα εἰς τὸ δημόσιον καθὼς πρόκειται. vestiges

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.