Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.20.809

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑπατείας Φλαουίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Ἀρινθέου τοῦ λαμπροτάτου κόμητος καὶ μαγίστρου τῆς πεδικῆς παρατάξεως Ἁθὺρ ι. Αὐρηλίοις Διοσκόρῳ Εὐλογίου καὶ Πέτρῳ Ἀγαθίνου καὶ Ἀγαθίνῳ Διδύμου καὶ Σαραπίωνι Πλουτάρχου καὶ Ἱέρακι Σερήνου καὶ Τιμαγένει Σερήνου τοῖς πᾶσι βουλευταῖς τῆς Ὀξυρυγχιτῶν πόλεως ἐπιμεληταῖς σίτου Ἀλεξανδρείας παρὰ Αὐρηλίου Ἰακὼβ Ἰάσωνος ἀπὸ Πανὸς πόλεως οἰκοῦντος ἐν ΒαβυλῶνιΒαβυλῶνοι κυβερνήτου δεσποτικοῦ πολυκώπου ἀπὸ ἀριθμοῦ Μέμφεως μετ ἐγγύωνἐγγύου τῆς τοῦ γόμου παραδόσεως καὶ τοῦ ἐπενεγκεῖν ἄποχα γράμματα Αὐρηλίων Γεροντίου Ποσιδωνίου καὶ Εὐλογίου Πλουτίωνος δι’ Ἀμμωνίου υἱοῦ. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων ἐγὼ μὲν ὁ κυβερνήτης παρειληφέναι παρὰ τῶν ἑξῆς ἐγγεγραμμένων καὶ ἐμβεβλῆσθαιἐνβεβλῆσθαι εἰς τὸ προτεταγμένον πλοῖον ἀπὸ λόγου τῆς εὐτυχοῦς πρώτης νέας ἰνδικτίονος πυροῦ νέου καθαροῦ ἀκρίθου καὶ ἀβρόχου καὶ ἐκτὸς πάσης αἰτίας καθεστηκότος μέτρῳ δημοσίῳ μετρήσειμετρήσι τῇ κελευσθείσῃκελευσθίσῃ ἐπὶ τὸ αὐτὸ ἀρτάβας Ἀιε τὸν δὲ γόμον κατενέγκω ἐπὶ τὴν Ἀλεξάνδρειαν καὶ παραδώσομενπαραδώσωμεν εἰς τοὺς ἐκεῖσαι δημοσίους θησαυροὺς ἀριθμῷ πλήρης καὶ τῆς τούτων παραδόσεως ἄποχα γραμματα ὑποδέξασθαι ἐπ’ ὀνόματος ὑμῶνἡμῶν τῶν ἐπιμελητῶν καὶ ἐπενεγκεῖν καὶ ἀναδοῦναι ὑμῖν, ἐγὼ δὲ ὁ ἐγγυητὴς ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι τὸν αὐτὸν Αὐρήλιον Ἰακὼβ κυβερνήτην παραδίδονταπαραδίδουντα τὸν γόμον τοῦ σίτου ἐκ πλήρους καὶ ἐπιφέροντα τὴν ἀποχήν. εἰ δὲ συμβαίη αὐτὸν ἐν παραδόσει γενόμενον λοιπασθῆναι ἐπάναγκες ἐμὲ τὸν ἐγγυητὴν ὑποστῆναι καὶ πληρῶσαι τὸ ζητούμενον πρὸς αὐτὸν μέτρον καὶ καθαρὰν τὴν ἀποχὴν ἐπενεγκεῖν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. Αὐρήλιος Εὐλόγιος Πλουτίωνος δι’ ἐμοῦ Ἀμμωνίου υἱοῦ ἐνγυῶμαι ἅμα ΓεροντίῳΓεροντίου Ποσιδωνίου τὸν προκείμενον Ἰακὼβ πολυκωπίτην παραδίδοντα τὸν γόμον τῶν τοῦ σίτου ἀρταβῶν χιλίωνχειλίων δεκαπέντε ἐκ πλήρους καὶ ἐπιφέροντα τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Γερόντιος Ποσι δωνίου πολιτευόμενος ἐγγυῶμαι ἅμα Εὐλογίῳ Πλουτίωνος δι’ Ἀμμωνίου υἱοῦ τὸν προκίμενον Ἰακὼβ πολυκωπί την παραδίδονταπαραδίδουντα τὸν γόμον τῶν τοῦ σίτου ἀρταβῶν χιλίων δεκαπέντε ἐκ πλήρους καὶ ἐπιφέροντα τὴν ἀποχὴν ὡς πρόκιται. Αὐρήλιος Ἰακὼβ Ἰάσωνος παρέλαβον καὶ ἐνεβαλόμην τὰς τοῦ πυ ροῦ νέου καθαροῦ ἀκρίθου καὶ ἀβρόχου ἀρτάβας χιλίας δεκαπέντε καὶ παραδώ σω ὡς πρόκειται. δι’ ἐμοῦ Ἁρπάλου ἐγράφη. ἔστι δέ· σίτου ὑποστάσεως ἀρτάβαι Ἀιε οὕτως· α ἰνδικτίωνος πολιτικά· κωμητικά· ε πάγου, Ταμπεμοῦ, διὰ Νικία Παταψόιτος καὶ Αὐσίου Ἐπάρχου καὶ κοινωνῶν σιτολόγων ἀρταβ τλζ 𐅵 Ποσομποῦς, διὰ Γεροντίου καὶ Εὐλογίου πρεσβυτέρων ἀρταβ σξδ Μούχεως, διὰ Θεοδώρου καὶ Ἰωάννου καὶ κοινωνῶν σιτολόγων ἀρταβ ρβ Πινύρεως ἀρταβ οε 𐅵 οὕτως· Ἰσὰκ καὶπαι Παῦλος καὶ Πέτρος καὶ Ὡριγένης ἀρταβ λϛ 𐅷 Ὧρος καὶ Παῦλος καὶ Σοφία καὶ Πακῦσις καὶ Παῦλος καὶ Πινῦχις καὶ Σοφία ἀρταβ ιδ 𐅵 δ Πανοῦφις καὶ Θέκλα ἀρταβ β δ Σιλβανὸς καὶ Ἰωάννης καὶ Παπνοῦθις καὶ Ἑρμίας καὶ οἱ κοινωνοὶ ἀρταβ κα 𐅵 γ αἱ προκείμεναι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.