no image
DDbDP-text
Declaration by a Boatman / Katastates to Deliver Wheat to Alexandria via HGV-meta
Linked by Trismegistos ID
TM 140155.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας Φλαουίων Μοδέστου καὶ Ἀρινθέου τῶν λαμπροτάτων […].
Αὐρηλίοις Διοσκόρῳ Εὐλογίου καὶ Πέτρῳ Ἀγαθίνουκαὶ Ἀγαθίνῳ Διδύμου καὶ Σαραπίωνι Πλουτάρχου
καὶ Ἱέρακι Σερήνου καὶ Τιμαγένει Σερήνου τοῖς πᾶσι βουλευταῖς τῆς Ὀξυρυγχιτῶν πόλεως ἐπιμεληταῖς σίτου
Ἀλεξανδρείας
παρὰ Αὐρηλίου Ὡρίωνος Ἡρακλᾶ ἀπὸ κώμης Φοβώου τοῦ Ὀξυρυγχίτου νομοῦ κυβερνήτου δημοσίου
πλοίου μετ’ ἐγγύου τῆς ἐπιφερομένης ἀποχῆς τοῦ σίτου Ἀλεξανδρείας Αὐρηλίου Ἀμμωνίου
υἱοῦ Εὐλογίου Πλουτίωνος πολιτευομένου τῆς αὐτῆς πόλεως. ὁμολογοῦμεν ὀμνύντες
τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ τῶν αἰωνίων
Αὐγούστων ἐπὶ τὸ ἐμὲ τὸν καταστάτην Ὡρίωνα[…]
δημοσίου πολυκώπου ὑπὸ Ἰακὼβ Ἰάσωνος ἀπὸ Πανὸς πόλεως[…]
τοῦ ἐμβληθέντος αὐτῷ ὑπὸ τοῦ αὐτοῦ κυβερνήτου Ἰακὼβ […]ἀρταβῶν
χιλίων δεκαπέντε καὶ τοῦτον καταστῆσαι ἐν τ[…]
ἐπὶ τῆς αὐτῆς Ἀλεξανδρείας ἄχρις ἂν τὴν παράδοσιν ποιήσηται ἐν τοῖς ἐκεῖσε δημοσίοις ὁρρίοις
τοῦ προκειμένου μέτρου τοῦ σίτου ἐκ πλήρους καὶ ὑποδέξασθαι ἄποχα γράμματα τῆς τούτων παραδόσεως ἐπ’ ὀνόματος ὑμῶν τῶν ἐπιμελητῶν καὶ ἐπενεγκεῖν καὶ ἀναδοῦναι ὑμῖν εἰς τὸ
μηδεμίαν μέμψιν περὶ ἐμὲ γένεσθαι, ἐγὼ δὲ ὁ ἐγγυητὴς Ἀμμώνιος ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ
ἐγγυᾶσθαι τὸν αὐτὸν Ὡρίωνα καταστάτην ἐπιφέροντα τὴν ἀποχὴν τοῦ σίτου· ἐὰν δὲ
ἀμέλεια τίς ὑπ’ αὐτοῦ γένηται ἐμὲ τὸν ἐγγυητὴν ἐπάναγκες ὑποστῆναι πάντα τὰ πρὸς αὐτὸν περὶ τούτου
ζητούμενα εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ.
Αὐρήλιος Ὡρίων Ἡρακλᾶ ὤμοσα τὸν θεῖον ὅρκον καὶ καταστήσω[…]εἰς
Νεάπολιν τῆς λαμπροτάτης Ἀλεξανδρείας καὶ παραμενῶ αὐτῷ ἐπὶ τῆς αὐτῆς Ἀλεξανδρείας ἄχρις ἂν τὴν παράδοσιν ποιήσηται ἐν τοῖς ἐκεῖσε δημοσίοις ὁρρίοις τοῦ προκειμένουμέτρου τοῦ σίτου καὶ τὴν ἀποχὴν καθαρὰν
ἐπενέγκω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.[…]ἔγραψα ὑπὲραὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Ἀμμώνιος Εὐλογίου ἐγγυῶμαι τὸν αὐτὸν καταστάτην Ὡρίωνα ἐπιφέροντα τὴν ἀποχὴν
τοῦ σίτου ὡς πρόκειται.
δι’ ἐμοῦ Ἁρπάλου ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.