Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.13.666 Aphrodites Kome (Antaiopolites)

Lease of Land via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 21378. Each record below describes this same artifact or text from a different angle.

  • Lease of Land HGV-meta Aphrodites Kome (Antaiopolites)616
  • Lease of Land APIS-papyrus Aphrodite (Aphrodito), AntaiopolitVIth century A.D. (512 or 527 A.D.[?])

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[… ? lines lost …] […]ἰνδικτίονος † Αὐρήλιος Μηνᾶς ἐκ πατρὸς Ψάτε […]συντελεστὴς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ † Αὐρηλίῳ Κολλούθῳ υἱῷ Χριστοφόρῳ καὶ αὐτῷ συντελεστῇ ἀπὸ κώμης Ἀφροδίτης χαίρειν. ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος μεμισθῶσθαι παρὰ σοῦ πρὸς τετραέτη χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ ἕκτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου τὸ ὑπάρχον σοι ὁλόκληρον κτῆμα ὑποστάσεως ἀρουρῶν ὅσων ἐστὶν καλούμενον Πρμρης σὺν δυσὶ λάκκοις καὶ μονῇ καὶ πύργῳ καὶ ἐπαύλει καὶ ἀχυροθήκῃ καὶ χωρίῳ καὶ πωμαρίῳ καὶ λαχανείᾳ καὶ φυτοῖς καὶ φοίνιξι καὶ ἐλαιῶσι καὶ συκαμινέοις καὶ κιτρίοις καὶ ἀκανθέαις καὶ πᾶσι τοῖς φυτοῖς διαφέροις ἐγκάρποις τε καὶ ἀκάρποις καὶ ταῖς περιεξόθεν ἀρουραῖς καὶ δικαίοις πᾶσι ἐντὸς καὶ ἐκτὸς πρὸς τὰ παλαιὰ αὐτοῦ ὅρια κυκλόθεν διακείμενου ἐν τῇ λιβικῇ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης κλήρου Ἀνουφίου ἐφʼ ᾧ με τοῦτο ἔχειν ὑπʼ ἐμὲ εἰς γεωργίαν καὶ εἰς κατάθεσιν ὑφʼ ἡμίσειαν καὶ τὴν πᾶσαν γεωργικὴν καὶ ἀμπελουργικὴν ἐργασίαν ποιήσασθαι ἐκ τῶν ἰδίων μου ζῴων καὶ ἀναλωμάτων καὶ γεωργῶν καὶ ποτίσαι ἀδιαλείπτως ἀκαταφρονήτως καὶ σκάπτειν καὶ κλαδοτομεῖν καὶ ὑπορθοῦν καὶ φυλαουργεῖν καὶ σὺν θεῷ τὸ περιεσόμενον ἐξ αὐτοῦ γλεῦκος καὶ τὸν καρπὸν τῶν φοινίκων καὶ τοῦ πωμαρίου μερισθῆναι εἰς ἡμᾶς ἀνὰ τὸ ἥμισυ μέρος, ἐμὲ μὲν λαβεῖν μέρος ἓν ὑπὲρ τῶν ἐμῶν καμάτων, σὲ δὲ λαβεῖν μέρος ἕν ὑπὲρ τοῦ γεουχικοῦ σου μέρους καὶ ὅτε καλαμιῶ καὶ τὰς λεπτὰς σχεῖν εἰς τὴν χρείαν τοῦ ὑπορθοῦν καὶ τὸ ἥμισυ τοῦ μισθοῦ τῆς ξυλίνης ὀργάνης ἐκ τοῦ κοινοῦ ἀποπληρώσομεν καὶ ἑτοίμως ἔχω διδόναι σοι ὑπὲρ ἀποτάκτου φόρου τῶν περιεξόθεν ἀρουρῶν καθʼ ἕτος ἐν τελείῳ καὶ ἀβροχικῷ, ὃ μὴ εἴη, σίτου καθαροῦ καὶ φορικοῦ ἀρτάβας δέκα μέτρῳ ἐμοῦ καὶ χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτιον ἓν τῷ σταθμῷ τῆς αὐτῆς κώμης Ἀφροδίτης, γίνονται σίτου ἀρτάβαι ι καὶ χρυσοῦ νομισμάτιον α παρὰ κεράτιον α, καὶ ταῦτα καταβαλεῖν σοι καθʼ ἕτος τὸν μὲν σῖτον ἐν τῇ ἁλωνίᾳ, τὸ δὲ ἓν νομισμάτιον ἐν καιρῷ τοῦ δημοσίου πρὸς τὰ δόξαντα. ἔχω σου καὶ ὀφείλω ὑπὲρ τῆς προχρείας τῶν βοικῶν ζῴων τοῦτʼ ἔστιν χρυσοῦ νομισμάτια ὀκτὼ ἕκαστον παρὰ κεράτιον ἓν ταῦτα λογίσασθαί σοι ἐν καιρῷ τελειώσεως τοῦ χρόνου τῆς παρούσης ἐγγράφου μισθώσεως πρὸς τὰ δόξαντα ἀναμφιλόγως ἡ μίσθωσις κυρία ἔσται καὶ βεβαία καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὥμολόγησα. † δηλονότι καὶ ὥστε ἐμὲ διδόναι σοι ὑπὲρ τῆς συμπληρώσεως τοῦ φόρου ὑπὲρ τῶν περιεξόθεν ἀρουρῶν τοῦτʼ ἔστιν οὕτως· εἰ δὲ σπεροῦμαι φασούλια ἐπʼ ἔτη ἀπολογίσασθαί σοι φασουλίων ἀρτάβας πέντε , εἰ δὲ μὴ σπεροῦμαι φασούλια ἀπολογίσασθαί σοι κριθῶν ἀρτάβας πέντε πρὸς τὰ δόξαντα καὶ ἐπὶ τῷ ἐμὲ ἀπολογίσασθαί σοι ἐργαλίδιον σιδηροῦν λιτρῶν δέκα ἥμισυ ἐν καιρῷ ἀποστῆναι τοῦ αὐτοῦ κτήματος ὑπὲρ τῶν προείληφα παρὰ σοῦ καὶ πάλιν ὡμολόγησα † καὶ ἐξεῖναί μοι μίαν φοίνικα καθʼ ἕτος εἰς λόγον τοῦ γεωργοῦ ὑπὲρ τῆς φιλοκαλίας τῶν ὅλων φοινίκων. † † ανοκ μηνα περ ψατε στοιχεῖ μοι ταύτῃ τῇ μισθώσει ὡς πρόκειται. † † Αὐρήλιος Ψάτης Ἀνανία μαρτυρῶ ταύτῃ τῇ μισθώσει ὡς πρόκειται. † Αὐρήλιος Γεώργιος Ὀννοφρίου μαρτυρῶ ταύτῃ τῇ μισθώσει ὡς πρόκειται. † διʼ ἐμοῦ Κολλούθου σὺν θεῷ ταβελλίωνος ἐγράφη. ☧ ☧ ☧

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.