no image
DDbDP-text
ἀντίγραφον ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ ΓερμανικοῦΣεβαστοῦ μηνὸς Σεβαστοῦ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ Ἡρακλείδου μερίδος. ὁμο λογεῖ Θεναπῦγχις Ζωσίμου μετὰ κυρίου Ἰουλίου τοῦ Πεθέως ὡς ἐτῶν οὐλὴ κατα Ἡρακλοῦτι Μάρωνος ὡς ἐτῶν λγ ε καὶ Θερμούθι Πτολεμαίου ἐπικαλουμένῃ τα ὡς ἐτῶν κη οὐλὴ μετώπῳ ἐκἐγ δεξιῶν καὶ πήχει δεξίῳ, ἑκα τέρᾳ μετὰ κυρίου τοῦ ἀνδρὸς, τῇ μὲν Ἡρακλοῦ τι Χράτου τοῦ Περπήσιος ὡς ἐτῶν η οὐλὴ μεσοφρύῳμεσοφρύι, τῇ δὲ Θερμούθι Διδύμου τοῦ ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ δεξιῷ, ἀπέχειν τὴν Θενα πύγχειν παρʼ αὐτῶν παραχρῆμα διὰ τῆς Ἀχιλλέως τραπέζης Ἀγορᾶς ἱματίων ἀργυρίου δραχμὰς τετρακοσίας ὀφειληθείσας αὐτῇ ὑπὸ τῆς Ἡρακλοῦτος καὶ Θερμοῦθις καθʼ ὁμολογίαν παραθήκης τελειωθεῖσαντελειωθείσασ διὰ τοῦ αὐτοῦ γραφείουτῶν αὐτῶν γραφείων τῶι ιβ ἔτει Αὐτοκράτορος Καίσαρος τοῦ κυρίου μηνὶ Μεχεὶρ ε, ἣν καὶ ἀναδεδόσθαι ταῖς περὶ τὴν Ἡρακλοῦν εἰς ἀθέ τησιν καὶ ἀκύρωσιν καὶ μὴ ἐπελεύσεσθαιελεσθαι μή τε αὐτὴν Θεναπῦγχιν μηδὲ τοὺς παρʼ αὐτῆς ἐπὶ τὴν Ἡρακλοῦν καὶ Θερμοῦθιν μηδὲ ἐπὶ ὁπο τέραν αὐτῶν μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῶν μήτε περὶ ὧν ἀπέχει, ὡς πρόκειται, δραχμῶν τετρα κοσίων μηδὲ περὶ ἄλλου μηδενὸς τοῦ καθόλου ἁπλῶς πράγματος μηδʼ ὀφειλήματος μηδὲ παντὸς συναλλάγματος ἐνγράπτου μηδʼ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώ σης ἡμέρας τρόπῳ μηδενί. ὑπογραφεῖς τῆς μὲν Θεναπῦγχις καὶ τοῦ κυρίου Ἰουλίου Ζώϊλος Διδύμου ὡς ἐτῶν νε οὐλὴ ῥινὶ μέσῃ, τῶν δʼ ἄλλων Θέωνος ὡς ἐτῶν λα ἄσημος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.