Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mich.3.194
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἑβδόμου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαμενὼθ ιε Σεβαστῇ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Θερμούθιον Ἀχιλλέως τῶν ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ τῆς μητρὸς αὐτῆς Πλουτάρχης ἀνδρὸς Διογένους τοῦ Πασίωνος τῷ γενομένῳ αὐτῆς ἀνδρὶ Διοσκοῦτι Παυσίριος τῶν ἀπὸ τῆς αὐτῆς πόλεως, ἐν ἀγυιᾷ, ἀπέχειν παρʼ αὐτοῦ ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς διακοσίας κεφαλαίου ἃς ὁ Διοσκοῦςἃς Διοσκοῦς ὡμολόγησεν εἰληφέναι παρὰ τῆς Θερμουθίου ἀπὸ τιμῆς οὗ πέπρακεν ἡ αὐτὴ Θερ μούθιον μετὰ κυρίου τοῦ Διοσκοῦτος μέρος οἰκίας ἐν λαύρᾳ ἹπποδρόμουἹπποδράμου καθʼ ἣν ὁ αὐτὸς Διοσ κοῦς καὶ ἡ Θερμούθιον ἀνήνεγκαν πρὸς ἑαυτοὺς διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει μνημονείου τῷτοῦ Φαρμοῦθι μηνὶ τοῦ ἕκτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος περὶ τῶν αὐτῶν δραχμῶν διακοσίων ὁμολογίαν καὶ μηθὲν ἐγκαλεῖν μηδʼ ἐγκαλέσειν μηδʼ ἐπε λεύσεσθαιἐπελευσεσασθαι Θερμούθιον μηδʼ ἄλλον ὑπὲρ αὐτῆς τῷ Διοσκοῦτι μηδὲ τοῖςτους παρʼ αὐτοῦ μήτε περὶ τούτων μηδὲ περὶ μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἢ χωρὶς τοῦ τὴν ἐσομένην ἔφοδον ἄκυρονἄκοιρον εἶναι ἐκτίνειν Θερμού θιον ἢ τὸν ὑπὲρ αὐτῆς ἐπελευσόμενον τῷ Διοσκοῦτι ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἧσσον κυρία ἡ συνγραφή. ἔτους ἑβδόμου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαμεν ὼθ πεντεκαιδεκάτῃ Σεβαστῇ, διὰ Ἐπιμάχου ἀγορανόμου κεχρημάτισται.Cross-references (3)
- TM-Text 21339 primary
- DDbDP-Text p.mich;3;194 tier-1
- HGV-Text 21339 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.