no image
DDbDP-text
Φιλοξένῳ στρατηγῷ Ἀρσινοιτῶν Θεμίστου
καὶ Πολέμωνος μερίδων
καὶ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν
στρατηγίαν τῆς Ἡρακλείδου μερίδος
παρὰ Πανεσνέως πράκτορος
ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου
κατʼ ἄνδρα εἰσπράξεως τῶν
διαγεγραμμένων ἡμῖν εἰς ἀρίθμησιν μηνὸς Μεσορὴ τοῦ
ἐνεστῶτος γ ἔτους. ἔστι δὲ τὸ καθʼ ἕν ·
Στοτοῆτις καὶ Πακῦσις
ἱερεῖς τῆς […]φυλῆς καὶ ἄλλοι
ἱερεῖς φόρου βωμῶν δραχμ […]
καὶ ὑποκειμένου ἐπιστρατηγίᾳ
ἄλλας δραχμὰς σπ καὶ διὰ πρεσβυτέρων
τῆς κώμης φόρου προβάτων
ἄλλας δραχμὰς σ
Πανεσνεὺς πράκτωρ διὰ Ἁρπάλου
γραμματέως ἐπιδέδωκα.
ἔτους γ Λουκίου Σεπτιμίου
Σεουήρου Εὐσεβοῦς
Περτίνακος Σεβαστοῦ
Ἀραβικοῦ Ἀδιαβηνικοῦ
Θῶθ κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.