no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8961.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλοφάνῃ τῷ καὶ Σαραπάμμωνι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου
μερίδος
παρὰ Ἑριεῦτος Τατᾶτος ἀπὸ κώμης Σοκνοπαίου Νήσου. μετὰ τὸ ἐπιτελέσαι με τὰ προσήκοντα ἔργα μέχρι κατασπορᾶς σιτικῶν
ἐδαφῶν ὄντων περὶ τὴν αὐτὴν κώμην
ἐν τόπῳ Τωα λεγομένῳ τῷ ἐνεστῶτι
ἔτει Ἀμοῦνις Κιαλὴ καὶ Ὧρος Ταθήμιος καὶ
Πανεφρέμμις ἐπικαλούμενος Μῶρος
καὶ Πετρώνιος οἱ δ καὶ οἱ σὺν αὐτοῖς
ἀπὸ τῆς αὐτῆς κώμης ἐπελθόντες τοῖς
ἐσπαρμένοις ὑπʼ ἐμοῦ ἐδάφεσι ὡς πρόκειται
ἄνωθεν ὑπέσχισαν ὡς ἐκ τούτου οὐκ ὀλίγη μοι ζημία ἐπηκολούθησεν. ὅθεν
κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι αὐτὸ τοῦτο φανερὸν ποιοῦν εἰς τὸ ἐν καταχωρισμῷ γενέσθαι τόδε τὸ βιβλίδιον πρὸς τὸ μένειν ἐμοὶ τὸν λόγον
πρὸς αὐτοὺς περὶ τούτου. διευτύχει.
ἔτους ιζ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου
Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Τῦβι κη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.