no image
DDbDP-text
Private Letter via APIS-papyrus
Letter from Saturnilus to his brother Sempronius asking for a reply. A private letter from Saturnilus to his brother Sempronius (Maximus), complaining that this is his second letter since arriving home and no reply has come. He reports his safe arrival on the 21st, that all is well with 'our lady' (probably their mother), and sends greetings from and to family and friends. machine translation
Linked by Trismegistos ID
TM 28798.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σατορνῖλος Σεμπρωνίῳ τῷ ἀδελφῶι
καὶ κυρίῳ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ
προκόπτειν, ἅμα δὲ καὶ τὸ προσκύνημά
σου ποιοῦμαι ἡμερησίως παρὰ τοῖς πατρῴοις θεοῖς. θαυμάζω, ἄδελφε, δευτέρα ἐπιστολὴ αὕτη ἣν ἔπεμψά σοι ἀφʼ ἧς ἐγενόμην
εἰς οἶκον καὶ οὐδεμίαν ἀντιφώνησίν μοι ἔπεμψας. ἐρωτηθεὶς οὖν, ἄδελφε, τάχιόν
μοι γράφειν περὶ τῆς σωτηρίας σου ἵνα καὶ ἐγὼ ἀμεριμνότερος διάγω. οἶδας γάρ, ἄδελφε, ὅτι οὐ μόνον ὡς ἀδελφόν σε ἔχω ἀλλὰ
καὶ ὡς πατέρα καὶ κύριον καὶ θεόν. γενόμενός μου γὰρ εἰς οἶκον τῇ αὐτῇ ὥρᾳ ἀναγκαίως ἔγραψά σοι τὴν πρώτην ἐπιστολήν,
καλῶς γενόμενός μου εἰς οἶκον τῇ μιᾷ καὶ εἰκάδι, καὶ εὗρον πάντα καλῶς καὶ τὴν κυρίαν
ἡμῶν καλῶς διάγουσαν. ἀσπάζεταί σε ἡ κυρία
ἡμῶν καὶ Μάξιμος καὶ ἡ σύμβιος αὐτοῦ καὶ
τά τέκνα καὶ Γέμελλος καὶ Ἰούλιος καὶ ἡ σύμβιος αὐτοῦ καὶ Ἑλένη καὶ τὰ παιδία πάντα κατʼ ὄνομα. ἄσπασαι Οὐαλέριον πολλὰ καὶ Κέλλερα καὶ τοὺς αὐτοῦ καὶ Ἰούλιον Σερῆνον
πολλὰ καὶ Σερῆνον Σαβῖνον καὶ Σαραπίωνα
καὶ πάντας τοὺς φιλοῦντάς σε κατʼ ὄνομα.
ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε κυριώτατε.
[v]
… ἀπὸ
Σαρυτνίλου ἀδελφοῦ.
Σεμπρωνίῳ ΜαξίμωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.