no image
DDbDP-text
Letter of Paniskos to Ploutogenia via HGV-meta
Linked by Trismegistos ID
TM 21350.
Each record below describes this same artifact or text from a different angle.
Πανίσκος ΠροτογενίᾳΠροτογενᾳ τῇ συνβίῳ πλεῖσ τα χαίρειν. γινώσκειν σε θέλω ὅτι ἐπιστολὴν ἔδω κα Διοσκόρῳ ὡς αὐτοῦ ἐλθόντος παρʼ ἐμοῦ, δεύ τερον νῦν δέ σοι γρά φω ὅτι οὐ δέδωκαδέδοκα αὐ τῷ τὸ τάλαντον ἀλλὰ ἐκτίθησι. δέξαι οὖν παρὰ τῶν ἰδίων αὐ τοῦ τὸ τάλαντον. καὶ διεπεμψάμην σοι αὐτοῦ τὴν ἐπιθή κην τοῦ ταλάντου ἵνα λάβῃς καθὼς προεῖπο ν. ὁ δὲ Ἑρμείας ὁ ἀδελφός σού ἐστιν ἐν τῷ πέρα μετὰ τοῦ ἐπάρχου. πολ λάκις φωνὴν αὐτῷ ἐβάλλομεν ἵνα ἔλθῃ πρὸς τὸν ἐπανορθωτὴν Ἀχιλλέα καὶ οὐκ ἦλθεν. οἱ πλεῖστοι τῶν ιθ κολλη γῶν ἡμῶν ἦλθονἦλθαν πρὸς ἡμᾶς. ἀσπάζομαιἀσπάζομε ὑμᾶς, Ἱλιοδώραν μου τὴν θυγατέραθυγατέραν μου καὶ τοὺς ἡμῶν πάν τας. Θὼθ ιβ. Προτογενίᾳ stampSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.