Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.5.243

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

vestiges ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ Ἥρωνα Ὀρσεῦτος σὺν ὧι ἐπάναγκον εὐωχείσθωσαν κατὰ μῆνα τῇ ιβ, ἑκάστου εἰς ἐπιμήνιον τελοῦντος τὰς ἐξ ἴσου κατʼ ὄνομα κεκριμένας ἀργυρίου δραχμὰς δέκα δύο , κατὰ δὲ τοῦ ἀδωσιδικοῦντος ἐπὶ τούτων καὶ τῶν ἄλλων ἐξέστωἐξέστωι τῶι προστάτηι ἐνεχυράζειν. ἐὰν δέ τις ἐκπαροινήσῃ ζημιούσθωζημιούσθωι ὃ ἐὰν τῶι κοινῶι δόξηι. ἐὰν δέ τινι ζ σύλλογος παραγγελῆι καὶ μὴ παραγένηται, ζημιούσθωζημιούσθωι ἐπὶ μὲν τῆς κώμης δραχμὴν μίαν , ἐπὶ δὲ τῆς πόλεως δραχμὰς τέσσαρας . ἐὰν δέ τις γαμήσῃ, δότωδότωι δραχμὰς β, παιδογονίου ἄρρενος δραχμὰς β, θηλείας δραχμὴν α, ἀγορασμοῦ ἐγγαίου δραχμὰς δ, ἀγέλης προβάτων δραχμὰς δ, κτηνῶν δραχμὴν α. ἐάν τις παρίδῃ τινὰ ἐν ἀηδίᾳ καὶ μὴ συνεπισχύσῃ ἐπὶ τὸτωὶ συλλῦσαι αὐτὸν τῆς ἀηδίας, δότωδότωι δραχμὰς η. ὁ δʼ ἐν ταῖς εὐωχίαιςεὐωχίας κατὰ κλισίαν προαναπίπτωνπροαναπείπτων τοῦ ἑτέρου δότωδότωι περισσότερον τριώβολον τοῦ ἰδίου τόπου ἕκαστος. ἐάν τις τοῦ ἑτέρου κατη γορήσῃ ἢἠι διαβολὴν ποιήσηται, ζημιούσθω δραχμὰς η. ἐάν τις τὸν ἕτερον ὑπονομεύσῃ ἢἠι οἰκοφθορήσῃ, ζημιούσθω δραχμὰς ξ. ἐάν τις πρὸς ἰδιωτικὸν παραδοθῇ, ἐγγυάσθωσαν αὐτὸν ἕως ἀργυρίου δραχμῶν ἑκατὸν πρὸς ἡμέρας λ, ἐν αἷς ἀπευλυτήσει τοὺς ἄνδρας. εἴη μὲν ὑγιεία· ἐάν τις τῶν συνοδιτῶνσυνοδειτῶν τελευτήσῃ, ξυράσθωσαν πάντες καὶ ἑστιάτωσαν ἡμέραν α, ἑκάστου παραχρῆμα εἰσφέροντος δραχμὴν α καὶ κάκεις δύο , ἐπὶ δὲ τῶν ἄλλων ἀνθρωπίνων ἑστιάτωσανἑστιαν ἡμέραν α. ὁ ἐπὶ κεφαλικοῦ μὴ ξυρησάμενος ζημιούσθω δραχμὰς δ. ὁ ἐπὶ πάντων μὴ μιανθεὶς μηδὲ στέμμα καταστήσας ἐπὶ τὸν τάφον ζημιούσθω δραχμὰς δ. τὰ δʼ ἄλλα ἃ ἐὰν τῶι κοινῶι δόξῃ. κύριοςκυρια ἔστωστωι ὁ νόμος ὑπογραφεὶς ὑπὸ τῶν πλείστων· κύριος τῶι προστάτῃ ἀποδοθήτωἀποδοθήτωι. Ἡράκλειος Ἀφροδισίου ὡς ἐτῶν μβ οὐλὴ παρὰ μεσόφρυον. Ὀρσῆς Κρονίδου ὡς ἐτῶν με οὐλὴ ὀφρύει. Μιεῦς Ἁρμιύσιος ὡς ἐτῶν μϛ οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν Ἁρμιῦσις Φασῶτος ὡς ἐτῶν νε οὐλὴ δεξι . Ἥρων ὈρσεῦτοςὈρεῦτος εὐδοκῶεὐδωκῶ προστάτης καθὼςκαθὸς πρόκειται. Σωτήριχος Σωτηρίχου εὐδοκῶεὐδοκῶι. Πάτρων ΠατύνιοςΠατῦνις εὐδοκῶεὐτυκῶ Ἡρώδης Σωτηρίχου εὐδοκῶ. Ψενοβάστις Ἡρώδου εὐδοκῶεὐτοκο Ἡρώδης Ἡρώδου τοῦ Ἰσιδώρου εὐδοκῶ. Ὀρσενοῦφις ἉρμιύσιοςἉρμιυσις εὐδοκῶ. Ἀπολλόνιος Ἀφροδισίου εὐδοκῶἐτογῶ. Ἡρακλῆς Ἀφροδισίου καὶ Ἁρμιῦσις Φασῶτος καὶ Ὀρσῆς Κρονίδου καὶ Μιεῦς ἉρμιύσιοςἉρμιυσις εὐδοκοῦμεν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Νικάνωρ Ἡλιοδώρου διὰ τὸτω μὴ εἰδέναι αὐτοὺς γράμματαγράματα. Ὀρσενοῦφις Ὥρου εὐδοκῶεὐδοκῶι. Ὀρσενοῦφις Ἀφροδισίου εὐδοκῶεὐδοκῶι. Ἡρακλᾶς Πτολεμαίου εὐδοκῶεὐδοκῶι. ὑπέγραψεν ὑπὲρ αὐτῶν Ὀρσενοῦφις Ὥρου τοῦ διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. ερηπραξιωχ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.