no image
DDbDP-text
[1]
Ψενκῆβκις Πακήβκιος ὁμολογῶ πεπρακέναι Διδύμῳ Λυσιμάχου τὰ ὑπάρχοντά μοι μέρη τρία ἀπὸ μερῶν τεσσάρων οἰκίας πατρικῆς τε καὶ ὠνητῆς παλαιᾶς
καὶ αὐλῆς καὶ αἰθρίου, ἐν ᾧ καὶ οἰκία οἰκοδομημένη, ἐν Τεβτύνει κοινῶν καὶ ἀδιαιρέτων, ὧν γείτονες πάντων νότου υἱῶν Σεκωνώπιος Ἀπαλοῦτος τόποι καὶ ἐπί τι μέρος Ἑρμούθεως ἱερῶν, βορρᾶ υἱῶν Λυσιμάχου τοῦ Διδύμου τόποι καὶ ἐπί τι μέρος Μαρεψήμιος Παώπιος τόποι καὶ ἐπί τι μέρος ἡμῶν εἴσοδος καὶ ἔξοδος, λιβὸς ῥύμη βασιλική,
ἀπηλιώτου Σιγήριος τοῦ Παώπιος αὐλὴ καὶ ἐπί τι μέρος Μαρῆτος τοῦ Μαρεψήμιος
[…]… καὶ ἀπέχω παρὰ τοῦ Διδύμου τὴν τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ
χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ δημοσίων πάντων καὶ παντὸς
εἴδους, ἀπὸ δὲ ἰδιωτικῶν. εὐδοκεῖ δὲ ἡ γυνή μου Θενμαρσισοῦχος Ψύφεως τῇ πράσει ταύτῃ
καὶ μὴἐπελεύσεσθαι μητʼ ἐνκαλέσειν μηδὲ ἄλλην ὑπὲρ αὐτῆς καθὼς πρόκειται.
[… 2 lines lost …]
[2]
Ψενκῆβκις Πακήβκιος Πέρσης τῆς ἐπιγονῆς
καὶ ἡ γυνή μου Θενμαρσισοῦχος Ψύφεως Περσίνη μετὰ κυρίου αὐτῆς ἀλληλέγγυοι εἰς ἔκτισιν ἔχομεν τὸ δάνειον παρὰ Διδύμου
τοῦ Λυσιμάχου τὰς τοῦ ἀργυρίου ἐπισήμου
κεφαλαίου δραχμὰς ἑβδομήκοντα δύο
τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν
μῆνα ἕκαστον ἃς καὶ ἀποδώσομεν ἐν
μηνὶ Σωτῆρος τοῦ εἰσιόντος ἕκτου ἔτους
Γαίου Καίσαρος Αὐτοκράτορος Σεβαστοῦ
καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ[…]
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.