no image
DDbDP-text
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι
Θεοῖς Ἐπιφανέσι καὶ Εὐχαρίστοις χαίρειν
παρʼ Ἀσκληπιάδου. ἀδικοῦμαι ὑπὸ Πεταῦτος[…]. ἐκλαβόντος γὰρ μοῦ μετʼ ἄλλων τὴν ἕκτην τῶν παραδείσων τῆς
Δικαίου τοῦ Ἀρσινοίτου νομοῦ τῶι ἔτει α[…]καὶ Πεταῦτος τοῦ
προγεγραμμένου μετέχοντός μοι τῆς αὐτῆς ὠνῆς πρὸς τὸ τέταρτον μέρος, περὶ ὧν καὶ ὅρκον ἐγραψάμεθα καὶ ὑπεκεχειρογράφει ἕκαστος ἡμῶν τοῖς ἰδίοις γράμμασι, καὶ τούτου μὲν
οὐχ ὑπομένοντος διεγγυῆσαι τοῦ ἐπιβάλλοντος αὐτῶι
μέρους τετάρτου, ἀλλὰ κελεύοντος παρʼ αὐτοῦ δανείζεσθαι
οὗ ἂν ἐγγυήσηται καὶ πραχθῇ ὑπὲρ ἡμῶν Ἀῦγχις ἡ γυνή μου,
περὶ ὧν καὶ ἐγραψάμην αὐτῶι συγγραφὴν δανείου χαλκοῦ
ταλάντων ζ, καὶ τούτου τετελεσμένου τὸ διεγγύημα αὐτοῦ κατεστήσαμεν[…]ν καὶ ἄλλων ἀντὶ[…]
ἐ……[…]…… σὺν τῆι αὐτοῦ ἀπομοίραι[…]
[…]……[…] χαλκοῦ τάλαντα ε Γωκη, ὥστε ἀπέχειν
τοῦτο. νυνὶ δὲ ἡμᾶςδιασειόμενος καὶ συκοφαντῶν πεποίηται καταβόησιν ἐπὶ τῶν λαοκριτῶν κατʼ Ἀύγχιος τῆς
γυναικός μου φάμενος ταύτην ἔγγυον γεγενῆσθαι, διὰ τῆς
τοῦ δανείου συγγραφῆς ἧς ἐγραψάμην αὐτῶι μετὰ τῶν μετόχων,
τοῦ ἐπιβάλλοντός μοι μέρους τρίτου. ἐπεὶ οὖν τὸ δάνειον
ὃ ἀπαιτεῖ τὴν ἄνθρωπόν μου ἀντὶ τῆς ἐγγύης ἧς ἐνεγύησα καθʼ ἡμᾶς ἐστιν ἣν καὶ κεκόμισται, ἐπισυκοφαντῶν δὲ
καθέστακεν ταύτην ἐπὶ τοὺς λαοκρίτας, ἀξιῶ ὢν συνεπείγων καὶ καθήκοντός μοι ἐπὶ τῶν τὰ προσοδικὰ κρινόντων
χρηματιστῶν τὸ δίκαιον λαμβάνειν καὶ διδόναι, καὶ ἔστιν
τὰ προγεγραμμένα ἀπὸ τῆς προσόδου τῆς Φιλαδέλφου,
ἀποστεῖλαι μοῦ τὸ ὑπόμνημα ἐπʼ αὐτούς, ὡς ἂν χρηματίσαντες αὐτὸ εἰς κρίσιν ἀνακαλέσωνται τὸν Πεταῦν,
καὶ ἐὰν ἀποδείξωμεν μετεσχηκότα ἡμῖν τὴν ἕκτην
καὶ ἀπέχοντος αὐτοῦ τὸ διεγγύημα ὑπὲρ οὗ καὶ ἐγραψάμεθα αὐτῶι τὴν προγεγραμμένην δανείου συγγραφὴν
συνκρίνωσιν οἱ χρηματισταὶ ἀποτεῖσαι αὐτὸν[…]
[…]τὸ ἐπιβάλλον αὐτῶι μέρος τέταρτον […]
[…]ν προσδέχουσι δ[…]
[…]τὴν τοῦ δανείου συγγραφὴν[…]
[…]…[…]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.