no image
DDbDP-text
Petition to a Tribune via HGV-meta
Linked by Trismegistos ID
TM 32313.
Each record below describes this same artifact or text from a different angle.
Φλαουίῳ Μαρκέλλῳ τριβούνῳ ἐπιτεταγμένῳ τῇ εἰρήνῃ
παρὰ Αὐρηλίας Ἀττιένης ἀπὸ τῆς Ὀξυρυγχειτῶν πόλεως. Παῦλός τις ὁρμώμενος
ἀπὸ τῆς αὐτῆς πόλεως ῥιψοκινδύνως φερόμενος κατὰ βίαν καὶ κατʼ ἀνάγκην ἀφήρπασέν με καὶ συνῆλθέν μοι πρὸς γάμον καὶ ἐπαιδοποιησάμην ἐξ αὐτοῦ θηλυκὸν παιδίον
[…] εἰσαγαγοῦσα εἰς τὸν ἡμέτερον οἶκον μηδὲν πον… […]…[…]… τὴν ἀνελεύθερον
αὐτοῦ προαίρεσιν καὶ πάντα μου τὰ πράγματα κ[…]…ιον…κ […]…[…]…σεν καταλείπων με
μετὰ καὶ τῆς νηπίας μου θυγατρὸς ἐν καιρ…[…]…μω συνῆλθεν ἑτέρᾳ γυναικὶ καὶ εἴασέν με
χηρεύουσαν. καὶ μετὰ χρόνον τινὰ πάλιν ἐξηπάτησεν διὰ πρεσβυτέρων ἄχρις οὗ πάλιν συνεισενέγκω αὐτὸν εἰς τὸν ἡμέτερον οἶκον γραψάμενός μοι συνπαραμεῖναι τὴν συμβίωσιν
εἰ δὲ βουληθείη τὰ αὐτὰ ἀνελεύθερα πράγματα διαπράξασθαι ἐκτίσειν αὐτὸν χρυσίου οὐγκίας δύο
καὶ ὁ τούτου πατὴρ ἐνγράφως ἀνεδέξατο αὐτόν. καὶ εἰσαγαγοῦσα αὐτὸν εἰς τὸν ἡμέτερον οἶκον χείρονα τῶν πρώτων αὐτοῦ σφαλμάτων ἐπεχείρησεν διαπράξασθαι καταφρονήσας τῆς ὀρφανίας
μου οὐ μόνον ὅτι ἐρήμωσιν εἰργάσατο κατὰ τοῦ οἴκου μου ἀλλὰ καὶ στρατιωτῶν ἐπιξενευσάντων τῷ οἴκῳ μου ἀπεσύλησεν αὐτοὺς καὶ ἀνεχώρησεν καὶ ὕβρεις καὶ ζημίας ὑπέστην ἄχρις
οὗ συγχωρήσωσίν μοι τὸ ζῆν. εὐλαβηθεῖσα μὴ κίνδυνον πάλιν ὑπομείνω ὑπὲρ αὐτοῦ ῥεπούδιον διὰ ταβουλαρίου προσέπεμψα αὐτῷ διὰ τοῦ τῆς πόλεως ταβουλαρίου κατὰ τὸν βασιλικὸν
νόμον. πάλιν ῥιψοκινδύνως φερόμενος ἔχων τὴν γυναῖκα αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ
συνπαραλαβὼν μεθʼ ἑαυτοῦ πλῆθος ἀνδρῶν ἀτάκτων ἀφήρπασέν με καὶ κατέκλεισεν
ἐπὶ τῆς οἰκίας αὐτοῦ ἐπὶ οὐκ ὀλίγας ἡμέρας καὶ ὅτε ἐνκύμων ἐγενόμην πάλιν καταλείπων με
συνῆλθεν τῇ αὐτῇ λεγομένῃ αὐτοῦ γυναικὶ καὶ νῦν ἐπαγγέλλεταί μοι φθόνον τινὰ κινεῖν
κατʼ ἐμοῦ. ὅθεν παρακαλῶ τὴν σὴν τοῦ ἐμοῦ στερρότητα κελεῦσαι αὐτὸν παραστῆναι
καὶ ἀπαιτηθῆναι αὐτὸν κατὰ τὴν ἔνγραφον αὐτοῦ ὁμολογίαν τὰς δύο οὐγκίας τοῦ χρυσοῦ καὶ
ὅσα ἐζημιώθην ὑπὲρ αὐτοῦ καὶ ἐπιστραφῆναι αὐτὸν ἐφʼ οἷς τετόλμηκεν κατʼ ἐμοῦ.
Αὐρηλία Ἀττίενα ἐπιδέδωκαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.