Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.3.486 Alexandria

Petitions to the Epistrategus and Praefect via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 20622. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἰουλίῳ Οὐαριανῷ ἐπιστρατήγῳ Ἑπτὰ νομῶν καὶ Ἀρσινοείτου παρὰ Διονυσίας τῆς Χαιρήμονος μητρὸς Ἑρμιόνης τῆς Χαιρήμονος τῶν ἀπὸ τῆς μητροπόλεως τοῦ Ὀξυρυγχείτου νομοῦ. ἐνστάσης μοι ἀμφισβητήσεως πρὸς Σαραπίωνά τινα Μνησιθέου ὅστις ὃ ἠγόρασα κτῆμα ἀμπελικὸν καὶ σιτικὰ ἐδάφη παρὰ τοῦ πατρὸς αὐτοῦ ἔτι ἀπὸ τοῦ ια ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀριθμήσασα αὐτῷ τε τῷ πατρὶ καί τινι δανειστῇ αὐτοῦ τὴν συμφωνηθεῖσαν τιμὴν καὶ λαβοῦσα τὸν καθήκοντα τῆς ὠνῆς δημόσιον χρηματισμὸν ἔλεγεν ἐν πίστει με ἔχειν αὐτά, ἀκούσας Κλαύδιος Κυιντιανὸς ὁ γενόμενος ἐπιστράτηγος ὑπερέθετο ἐπὶ τὸν κράτιστον ἡγεμόνα. καὶ ἐγὼ μὲν ἔκτοτε προσκαρτερῶ τῷ τοῦ ἡγεμόνος βήματι, τοῦ δὲ ἀντιδίκου ἀνεπιστρεπτήσαντος καὶ μὴ παραγενομένου ἀνέδωκα τῷ κρατίστῳ ἡγεμόνι ἀναφόριον οὗ ἀντίγραφον ὑπέταξα ἐξιστοροῦσα τὴν εκ[…]…του πράγματος διάθεσιν καὶ ἀνέπεμψέ με ἐπὶ σὲ τὸν κύριον κριθησομένην. ἐπεὶ οὖν ὁ ἀντίδικος οὐδὲ νῦν πάρεστιν ἡ δὲ κατασπορὰ ἐπείγει καὶ ἡ ἐπιμέλεια τῶν ὑπὸ τοῦ ποταμοῦ παρασεσυρμένων χρῄζει μου τῆς παρουσίας ἀξιῶ ἐὰν δόξῃ σοι ἐπιτρέψαι μοι ἀναπλεῦσαι κριθησομένην ὑπὸ σοῦ ἐπὶ τῶν τόπων, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει. ἔστιν δὲ οὗ ἐπέδωκα τῷ κρατίστῳ ἡγεμόνι ἀναφορίου ἀντίγραφον· Τίτῳ Φλαουίῳ Τιτιανῷ τῷ κρατίστῳ ἡγεμόνι παρὰ Διονυσίας τῆς Χαιρήμονος μητρὸς Ἑρμιόνης τῶν ἀπὸ Ὀξυρύγχων πόλεως. Σαραπίων τις Μνησιθέου ἀπὸ τῆς αὐτῆς πόλεως ἐπὶ Κλαυδίου Κυιντιανοῦ τοῦ γενομένου ἐπιστρατήγου τῶν Ἑπτὰ νομῶν τῇ μητρί μου Ἑρμιόνῃ φαρμακείας ἐνκαλῶν καὶ περὶ ὑπαρχόντων τινῶν ἐλογοποιήσατο ὡς ὑποστελλόντων αὐτῷ ὧν ἐγὼ ἡ Διονυσία κατὰ δημοσίους ἠγόρασα χρηματισμοὺς ἀριθμήσασα τιμὴν αὐτῶν τῷ πατρὶ αὐτοῦ περιόντι καὶ δανεισταῖς τοῦ αὐτοῦ πατρὸς παρʼ οἷς ἦν τὰ δηλούμενα κτήματα ἐν ὑποθήκῃ κρατούμενα φάσκων κατὰ πίστιν …[…]… ἐγγεγράφθαι, καὶ τὴν ὅλην ὑπόθεσιν ὑπερθεμένου τοῦ ἐπιστρατήγου ἐπὶ σὲ τὸν εὐεργέτην τὴν μὲν μητέρα μου συνέβη ἀποθανεῖν πρὸ τῆς δίκης, ἐγὼ δὲ ἔκτοτε ἐκ τῆς τοῦ ἐπιστρατήγου ἐπιστολῆς μετὰ τοῦ Σαραπίωνος κελευσθεῖσα καταπλεῦσαι ἐνθάδε κατήντησα τοῦ Σαραπίωνος μὴ ἐπιστραφέντος ὥστε καταπλεῦσαι. ἐπεὶ οὖν ἐνθάδε μοι διατριβούσῃ ἀπηγγέλη τὰ ἐμὰ πάντα ἐκ τῆς ὑπερβαροῦς ἀναβάσεως τοῦ ἱερωτάτου Νίλου ἀπολωλέναι ἐποίκιά τε καὶ ἐδάφη καὶ χώματα, παρακαλῶ σε, ἡγεμὼν κύριε, τοῦ ἀντιδίκου οὐδὲ νῦν παρόντος, ἐπιτρέψαι μοι ἀναπλεῦσαι ἵνα τὰ ἐμαυτῆς δίκαια λάβω, μὴ σὺν τοῖς ὑπάρχουσί μου καὶ ἐγὼ λιμῷ συναπολῶμαι, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει. ἔτους ιϛ Ἁδριανοῦ Καίσαρος Φαῶφι ιβ. […]ς ἔχει ἔντυχε τῷ ἐπιστρατήγῳ. ἀπόδος.

Translations (1)

EN scholarly · from P.Oxy. 3
(Endorsed) If this is true, petition the epistrategus, delivering (to him a copy of this).

Connections

Found at Alexandria

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.