no image
DDbDP-text
Complaint of Theft via HGV-meta
Linked by Trismegistos ID
TM 21772.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]…[…]
[…]μετὰ κυρίου Σαραπίωνος[…]ἀπὸ
τῆς αὐτῆς πόλεως. […]
[…]ην ἡμετέραν[…]
[…]ον ἀπέκλεισα τὴν θύραν τῆς[…]
[…] οἰκίας μου καὶ τὴν τοῦ πεσσοῦ θύραν, καὶ ἐπανελθοῦσα εὗρον ὃ εἶχον ἐν τῷ
πεσσῷ πανάριον ἐξηλωμένον βασταχθέντων ἀπʼ αὐτοῦ κλαλίων χρυσῶν
δύο ὁλκῆς μναιαίων τεσσάρων καὶ Βήσιος χρυσοῦ καὶ κλαλίων ἀργυρῶν μεγάλων δύο καὶ τὴν τοῦ πεσσοῦ θύραν ἐπηρμένην. ὑπόνοιαν οὖν ἔχουσα κατὰ
τῶν γειτόνων μου Ἡρᾶτος Καλάθου
γερδίου καὶ τῶν σὺν αὐτῷ ἐργαζομένων
διὰ τὸ εὐυπέρβατον εἶναι τὴν οἰκίαν μου
ἀπὸ τῆς τοῦ Ἡρᾶτος οἰκίας ἐπιδίδωμι
τὸ ἀναφόριον καὶ ἀξιῶ, ἐὰν δόξῃ σοι, παραγενέσθαι ἐπὶ τὴν αὐτοψίαν καὶ ἀχθῆναι ἐπὶ σὲ τὸν Ἡρᾶν καὶ τοὺς σὺν αὐτῷ οὓς
αὐτὸς ὀνομάσει καὶ τὴν δέουσαν ἐξέτασιν γενέσθαι, ἵνα δυνηθῶ τῇ σῇ βοηθείᾳ ἀνευρεῖν τὰ ἡμέτερα. ἔτους η Αὐτοκράτορος
Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς Ἁθὺρ ιδ. Διεμοῦς
Κολλούθου ἐπιδέδωκα. Σαραπίων
[…]ἔγραψα ὑπὲρ αὐτῆς[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.