no image
DDbDP-text
Sale of a Slave via HGV-meta
Linked by Trismegistos ID
TM 20534.
Each record below describes this same artifact or text from a different angle.
τοῖς ἀγορανόμοις ε……[…]…ν παρὰ
Βάκχης τῆς Ἕρμωνος ἀστῆς μετὰ κυρίου
Διογνήτου τοῦ Διονυσίου Ἐπιφανείου.
ὀμνύω Αὐτοκράτορα Καίσαρα Οὐεσπασιανὸν
Σεβαστὸν πεπρακέναι Ἡλιοδώρᾳ μητρὸς Ἡλιοδώρας μετὰ κυρίου τοῦ ἀνδρὸς
Ἀπολλωνίου τοῦ Διονυσίου τοῦ Διονυσίου
τοῦ καὶ Διδύμου τὴν ὑπάρχουσάν μοι
δούλην Σαραποῦν ὡς ἐτῶν ὀκτὼ ἀσυκοφάντητον πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς, εἶναί τε ἐμοῦ καὶ μήτε ὑποκεῖσθαι μηδὲ ἑτέροις ἐξηλλοτριῶσθαι
κατὰ μηδένα τρόπον, ἀπέχειν δέ
με τὴν τιμὴν ἀργυρίου δραχμὰς
ἑξακοσίας τεσσαράκοντα , καὶ βεβαιώσειν. εὐορκούσῃ μέν μοι εὖ εἴη, ἐπιορκούσῃ δὲ τὰ ἐναντία. Διόγνητος Διονυσίου Ἐπιφάνειος ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα
ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.
ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος
Οὐεσπασιανοῦ Σεβαστοῦ, Φαρμοῦθι
κϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.