no image
DDbDP-text
Ἀσπιδᾶς τοῦ
μητρὸς …ν[…]μητρὸς ἀπὸ κώμης
τοῦ Ἑρμοπολίτου
πιος …[…]τοῦ
Ἀρσενο…του …[…] […]μερίδος χαίρειν. ἔσχον παρὰ σοῦ διὰ χειρὸς
κατὰ παρακαταθήκην ἀκίνδυνον
παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς διακοσίας τεσσεράκοντα,
γίνονται δραχμαὶ σμ, ἃς καὶ ἀποκαταστήσω σοι
ὁπότε ἐὰν αἱρῇ ἀνυπερθέτως κατὰ
τὸν τῶν παραθηκῶν νόμον, τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ ἔκ τε ἐμοῦ
καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων
καθάπερ ἐκ δίκης. τὸ χειρόγραφον τῆς
παραθήκης κύριον ἔστω πανταχῇ ἐπιφερόμενον
ὡς ἐν δημοσίῳ κατακεχωρισμένον,
ὃ καὶ δισσόν σοι ἐξεδόμην. ἔτους […]
Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς,
Φαρμοῦθι ιζ. Ἀσπιδᾶς Α…[…]
ἔσχον τὰς τῆς παραθήκης δραχμὰς διακοσίας τεσσεράκοντα καὶ ἀποκαταστήσω ὡς
πρόκειται. ὁ καὶ τὸ
σῶμα γράψας ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα.
[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.