no image
DDbDP-text
Linked by Trismegistos ID
TM 20177.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
τῶι κρατίστωι
παρὰ Ταμύσθας Κενθνούφεως[…]
κους ἀπὸ κώμης Θερενούθεως τοῦ Προσωπείτου νομοῦ. τοῦ πατρός μου, κύριε,
τελευτήσαντος καὶ καταλιπόντος μοι τὸ
ἐπιβάλλον αὐτῷ μέρος οἰκοπέδων καὶ
φοινικῶνος ἐν Σκίθι πατρικῶν αὐτοῦ
ὄντων, ὁ τούτου ἀδελφὸς Πανετβῆς καὶ
Θαῆσις Πατερμούθεως ἀνεψιά μου βιαίως ἀντιλαμβάνονται τοῦ πατρικοῦ
μου μέρους προφάσει γεωργίας βασιλικῆς
γῆς, εἰς ἣν γυνὴ οὖσα οὐκ ὀφείλω καθέλκεσθαι κατὰ τὰ ὑπὸ τῶν ἡγεμόνων καὶ
ἐπιτρόπων περὶ τούτου διατεταγμένα,
ἐπεὶ καὶ ἄτεκνός εἰμι καὶ οὐδὲ ἐμαυτῆι
ἀπαρκεῖν δύναμαι. ἀξιῶ οὖν, κύριε,
ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι γραφῆναι
τῷ τοῦ νομοῦ στρατηγῷ ἐπαναγκάσαι αὐτοὺς τὸ πατρικόν μοι μέρος ἀποκαταστῆσαι, τὴν δὲ γεωργίαν ὑπό τε τοῦ Πανετβήους καὶ τῶν τῆς Θαήσιος τέκνων γίνεσθαι, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει.
Ταμύσθα ἐπιδέδωκα. Διονύσιος ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης.
ἔτους ε Θὼθ ιγ.
ἔντυχε τῷ στρατηγῷ, ὃς τὰ ἑαυτῷ προσήκοντα ποιήσει[…]…
ἀπόδος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.