no image
DDbDP-text
[…]ει τοπογραμματεῖ
παρὰ Διονυσίου τοῦ Λέοντος Καρυστίου
τῶν Πτολεμαίου καὶ τῶν ἀδελφῶν ἑξηκονταρούρου.
ὑπαρχουσῶν μοι ἐν τῶι ἰδίωι κλήρωι
περὶ τὰ Χαλκωρύχια κροτωνοφόρου
γῆς ἀρουρῶν γ καὶ τὰ τούτων γινόμενα
βασιλικὰ παρασχομένου μου κατʼ ἐνιαυτὸν ἕκαστον ἀνεγκλήτως
ἐν δὲ τῶι λθ ἔτει σου παραγενομένου
εἰς τὸν κλῆρον σὺν Πτολεμαίωι
τῶι παρὰ βασιλικοῦ γραμματέως
[…]…[…]προσ[…]…κωι
[…] ἀρουρ ιγ τὰς ἄλλας τοῖς
βασιλικοῖς εἰκασίαν ἐποίησαν
[…] τὰς κρότωνος ἀρούρας ιϛ. ἐπιδίδωμι ὑπολεγόμενος τὴν κροτωνοφόρον
ὅπως παραθῶ τοὺς καρποὺς
ὡς καθήκει μέχρι τοῦ παρακεκομίσθαι πάντα εἰς τὸ βασιλικόν.
τούτου δὲ γενομένου ἔσομαι ἀσυκοφάντητος καὶ οὐθὲν τῶν εἰς τὸ
βασιλικὸν χρησίμων διαπεσεῖται.
ευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.