no image
DDbDP-text
Cession of Buildings and Land via HGV-meta
Linked by Trismegistos ID
TM 21982.
Each record below describes this same artifact or text from a different angle.
[… 4 lines lost …]
[…]… ψιλῶν τόπων κατελθόντων εἴς
με ἀπὸ κληρονομίας τῶν προγεγραμμένων μου πατρός τε καὶ μητρός, ὄντων ἐν κώμῃ Σέσφθα
τῆς Κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ ἐν διαφόροις τόποις, καὶ περὶ τὴν αὐτὴν κώμην
[…] τῶν αὐτῶν οἰκοπέδων καὶ τῶν σιτικῶν ἀρουρῶν ἐφʼ οἵων εἰσὶν διαθέσεων καὶ[…]καὶγειτνιῶν καὶ τοποθεσιῶν πάντων ἀκολούθως τοῖς ἀπὸ τῶν γονέων
δικαίοις[…]ἐπὶ τούτοις κρατεῖν ὑμᾶς τοῦ αὐτοῦ ἐπιβάλλοντός μου μέρους ὅσου ἐὰν ᾖ τῶν
προκειμένων[…]οἰκοπέδων καὶ τοῦ ἐν αὐταῖς μοιλαίου ἀλετικοῦ σὺν στροβίλῳ καὶ λίθῳ καὶ
[…]α καὶ σιτικῶν ἀρουρῶν σὺν ἐγγόνοις καὶ τοῖς παρὰ ὑμῶν μεταλημψομένοις,
καὶ ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἂν αἱρῇσθε ἀνεμποδίστως, καὶ ἀποφέρεσθαι
πάντα τὰ ἀπʼ αὐτῶν περιεσόμενα εἰς τὸ ἴδιον, τελούσας τὰ ὑπὲρ τῶν σιτικῶν ἀρουρῶν δημόσια
τελέσματα καὶ ἐπικλασμοὺς καὶ ἐπιμερισμοὺς παντοίους, μηδεμιᾶς μοι ἢ ἄλλῳ μηδενὶ ὑπὲρ ἐμοῦ ἐφόδου
καταλειπομένης ἐπʼ αὐτὰ ἢ ἐπὶ μέρους αὐτῶν κατὰ μηδένα τρόπον, ἅπερ καὶ ἐπάναγκες παρέξομαι ὑμῖν
βέβαια διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰ ἀπό τε ὀφειλῆς καὶ κατοχῆς παντοίας καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, καὶ τὸν καθʼ ὁνδηποτοῦν τρόπον ἐπελευσόμενον ἢ ἐμποιησόμενον τούτων ἀφιστάνειν κατὰ κέλευσίν σου παραχρῆμα ταῖς ἑαυτῶν δαπάναις καθάπερ ἐκ δίκης. κύρια
τὰ τῆς καταγραφῆς γράμματα τετρασσὰ γραφέντα πρὸς τὸ ἑκάτερον ἡμῶν ἔχειν δισσόν, ἥνπερ ὁπηνίκα
ἐὰν αἱρῇ δημοσιώσεις, οὐ προσδεόμενος μεταλήμψεως οὐδὲ ἑτέρας μου εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν με τῇ ἐσομένῃ δημοσιώσει. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γενέσθαι ὑπὸ σοῦ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ καὶ ἔτους ιγ τῶν
κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ϛ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων[…], ὑπατείας Ἀνικίου Φαύστου καὶ Οὐιρίου Γάλλου
[…]ἔσχον τὴν καταγραφὴν
[…]τοῖςπροκειμένοις, καὶ
ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.