no image
DDbDP-text
Acte de divorce via HGV-meta
Linked by Trismegistos ID
TM 18910.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
Αὐρήλιος Σαραπίων υἱὸς Γεωργίου τοῦ ἀπογενομένου ἰατροῦ, ἐκ μητρὸς Σοφίας, φοινικοπώλης, ὁρμώμενος μὲν ἀπὸ κώμης Ἰσιδώρου
τοῦ Ἑρμουπολίτου νομοῦ, καταμένων δὲ πρὸ
πολλοῦ ἐνταῦθα ἐπὶ ταύτης τῆς καλλιπόλεως
Ἀντινοέων, Αὐρηλίᾳ Μαριὰμ θυγατρὶ Φοιβάμμωνος
τοῦ ἀπὸ γεωργῶν, ἐκ μητρὸς Εἰρήνης, ὁρμωμένῃ
μὲν ἀπὸ κώμης Μουνκρήκεως τοῦ Ἀνταιοπολίτου
νομοῦ, οἰκούσῃ δὲ ἐνταῦθα ἐπὶ τῆς αὐτῆς
πόλεως, χαίρειν. ἐπειδὴ πρώην ἠγαγόμην
σε πρὸς γάμου καὶ βίου νομίμου κοινωνίαν
οἰόμενος ἐκτελέσαι μετὰ σοῦ πάντα τὸν
τῆς ζωῆς μου χρόνον κατʼ εἰρηνικὸν συνοικέσιον, ἀρτίως δὲ οὐκ οἶδα πόθεν φθόνος
πονηρὸς μεταξὺ ἡμῶν ἀμφοτέρων χυθεὶς
ἐδιχάσεν ἡμᾶς ἀλλήλων τοῦ αὐτοῦ κοινοῦ
συνοικεσίου, κατὰ τοῦτο ὁμολογῶ ἐγῶ ὁ
προγεγραμμένος Σαραπίων ὁ σός ποτε
ἀνήρ, νῦν δὲ ἀποσχοινισθεὶς τοῦ σοῦ συνοικεσίου, μηδένα τοῦ λοιποῦ λόγον ἔχειν πρὸς
σὲ περὶ οἵου δήποτε πράγματος, ἐγγράφου ἢ
ἀγράφου, ἀκρίτου ἢ κεκριμμένου, μήτε περὶ
γάμου συναφείας καὶ ἀναλωμάτων γάμου
καὶ τούτου ἕδνων, μήτε περὶ τοῦ τεχθέντος
παρʼ ἡμῶν ἐξ ἀλλήλων […]
βρέφους […]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.