no image
DDbDP-text
[1]
Τιβέριος Κλαύδιος Σερῆνος ὁ καὶ Σαραπίων τῷ δεῖνι Ἡρακλᾶτος ἀπὸ Ὀξυρύγχων
πόλεως χαίρειν. ὁμολογῶ ἔχειν σου ἐν
παραθέσει πυροῦ γενήματος
τοῦ διελθόντος[…]υ ἔτους Αὐρηλίου
[…]Καίσαρος τοῦ κυρίου μέτρῳ
δημοσίῳ ἡμιαρταβίῳ πυροῦ
ἀρτάβας δεκαεπτά , ἅς ὁπηνίκα
ἐὰν αἱρῇς ἀποκαταστήσω σοι ἀνυπερθέτως. εἰ δὲ μή, ἐκτείσω σοι κατὰ τὸν
τῶν παραθηκῶν νόμον γεινομένης σοι
τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κυρία ἡ χεὶρ οὖσα
γραφεῖσα ὑπʼ ἐμοῦ τοῦ Τιβερίου Κλαυδίου
Σερήνου τοῦ καὶ Σαραπίωνος πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους[…]…
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.