p.oxy.50.3581
Φλαουίῳ Μαρκέλλῳ τριβούνῳ ἐπιτεταγμένῳ τῇ εἰρήνῃ παρὰ Αὐρηλίας Ἀττιένης ἀπὸ τῆς Ὀξυρυγχειτῶν πόλεως. Παῦλός τις ὁρμώμενος ἀπὸ τῆς αὐτῆς πόλεως ῥιψοκινδύνως φερόμενος κατὰ βίαν καὶ κατʼ ἀνάγκην ἀφήρπασέν με καὶ συνῆλθέν μοι πρὸς γάμον καὶ ἐπαιδοποιησάμην ἐξ αὐτοῦ θηλυκὸν παιδίον […