no image
DDbDP-text
Receipt for Wages via HGV-meta
Receipt for wages for cultivating three arouras of sacred land. A receipt drawn up at Tebtynis in the Fayum in which Marepsemis son of Psoiphis acknowledges that Onnophris son of Psoiphis has paid him in full for his work cultivating 3 arouras of sacred land near the village. He renounces any further claim regarding the work. machine translation
Linked by Trismegistos ID
TM 12146.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τρεισκαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ
μηνὸς Σεβαστοῦ ἐννεακαιδεκάτῃ ἐν Τεβτύνει
τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Μαρεψῆμις Ψοίφιος, ὡς ἐτῶν ἑξήκοντα οὐλὴ μετώπωι ἐκ δεξιῶν, Ὀννώφρει
Ψοίφιος, ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ ταρσῶι
δεξιῶι, ἀπεσχηκέναι παρʼ αὐτοῦ τὴν τιμὴν
καὶ τοὺς μισθοὺς ἐκ πλήρους ὧν ἤργασται
Τεναιν ἐδαφῶν ἱερᾶς γῆς ἀρουρῶν τριῶν
ἢ ὅσαι ἐὰν ὦσι περὶ τὴν αὐτὴν κώμην πέρα Χωμηνιακῆς διώρυγος ἀπὸ τοῦ ἀπηλιώτου καὶ ἐμβλήματος Τεσενεπνούτιος,
ἐν τῷ ἐνεστῶτι τρεισκαιδεκάτῳ ἔτει Τιβερίου
Καίσαρος Σεβαστοῦ, καὶ οὐδὲν αὐτῶι ἐγκαλεῖ
περὶ οὐδενὸς ἁπλῶς πράγματος περὶ τῶν
δηλουμένων ἔργων. ἡ συγγραφὴ κυρία ἔστω.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.