no image
DDbDP-text
Cession of Land and House via HGV-meta
Linked by Trismegistos ID
TM 12265.
Each record below describes this same artifact or text from a different angle.
ἀντιγραφον ἐκστάσεως. ἔτους ιη θεοῦ Ἁδριανοῦ ἐπαγομένων δ. ὁμολογεῖ Γάιος Ἰούλιος Γέμελλος τῶν ἀπολελυμένων στρατιωτῶν ὡς ἐτῶν νε οὐλὴ μετώπῳ μέσῳ Χαιρήμονι Ὥρου ἀφήλικιἀπήλικι διὰ φροντιστοῦ Πετσοραίπιος τοῦ Πνεφερῶτος ὡς ἐτῶν ξβ οὐλὴ καρπῷ δεξιῷ ἐξεσ τάσθαι αὐτῷ κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τοῦ καὶ αὐτῷ ἐξεσταμένου 𐅵 μέρους ἐλαιῶνος ἐν ἑκτολογουμένῃ τάξει ἀρούρης δ η ιϛ λβ ἢ ὅσου ἐὰν ᾖ περὶ Καρανίδα καὶ ἐν κώμῃ Καρανίδι ὅλου 𐅵 μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν συνκυ ρόντων πάντων ἐν μιᾷ σφραγῖδι ἐπὶ ταῖς οὔσαις τῶν ὅλων γειτνίαις καὶ ὁρίοις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ τοῖς ἄλλοις δικαίοις πᾶσι, ἀνθʼ ὧν ἔσχεν ὁ ὁμο λογῶν Γάιος Ἰούλιος Γέμελλος παρὰ τοῦ Πετ σοραίπιος ἐκ τοῦ τοῦ Χαιρήμονος ἀφήλικοςἀπήλικος λόγου τοῦ μὲν ἐλαιῶνος δραχμὰς ρ καὶ τοῦ ἡμίσους τῶν οἰκοπέδων δραχμὰς ρ, τῶν ἐπὶ τὸ αὐτὸ δραχμῶν σ, καὶ μὴ ἐπελεύσεσθαιἐπελεύσασθαι περὶ τούτων τρόπῳ μηδενὶ καὶ βεβαιώσειν αὐτὸν Ἰούλιον Γέ μελλον καὶ τοὺς παρʼ αὐτοῦ τῷ Χαιρήμονι καὶ τοῖς παρʼ αὐτοῦ τὰ ἐξεσταμέναἐξεσταμεα ὡς πρόκειται πάσῃ βεβαιώσει ἀπὸ δημοσίων πάντων καὶ παντὸς εἴδους μέχρι τοῦ διεληλυθότος ιζ ἔτους καὶ αὐτοῦ τοῦ ιζ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποι ήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. ὁπότε δὲ ἐὰν βούληται ὁ Χαιρήμων ἀπογράψεται τὰ ἐξεσ ταμένα ἀπὸ ἀντιγράφου τῆσδε τῆς ὁμολογίας μὴ προσδεόμενος τῆς τοῦ ὁμολογοῦντος παρουσίας. ἐὰν δέ τι παραβῇ ἀποτεισάτω ἐπιτίμου δραχμὰς ρ καὶ εἰς τὸ δημόσιον τὰς ἴσας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.