Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.8.1738
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
κβ Χαιρήμων καὶ ἄλλος Ἀπολλωνίωι Ἀπολλωνιου χειρογραφία. ἔτους δεκάτου μηνὸς Δίου Θωὺθ δευτέρᾳ καὶ εἰκάδι ἐν Ἡρακλέ ους πόλει τῆι ὑπὲρ Μέμφιν. ὀμνύομεν βασιλέα Πτολεμαῖον καὶ βασίλισσαν Κλεοπάτραν τὴν καὶ Τρύφαιναν θεοὺς Φιλοπά τορας καὶ Φιλαδέλφους καὶ θεὰνθεὸν Φιλομήτορα καὶ θεὸν Σωτῆρα καὶ θεὰν Εὐέργετιν καὶ θεὸν Εὐεργέτην καὶ θεὸν Νέον Φιλο πάτορα καὶ θεὸν Εὐπάτορα καὶ θεοὺς Ἐπιφανεῖς καὶ θεοὺς Φιλοπάτορας καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σάραπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας Χαιρήμων Ἡρακλείδου Μακεδὼν τῶν κατοίκων ἱππέων καὶ ὁ υἱὸς Ἡρακλείδης Μακεδὼν διάδοχος τοῦ πατρικοῦ κλήρου Ἀπολλωνίῳ Εὐβούλου Μακεδόνι τῶν κατοίκων ἱππέων ἐμμενεῖν καὶ ποιήσειν σοί τε καὶ τοῖς παρὰ σοῦ πάντα τὰ κατὰ τὴν τοῦ ὁμολογίου συγγραφὴν ἣν τεθεί μεθά σοι διὰ τοῦ αὐτοῦ ἀγορανομίου ἅμα τῆι χειρογραφίαι ταύτηι ἀναφερομένηι, καθʼ ἣν ἀνωμολογήμεθα ὁ μὲν ἡμῶν Χαιρήμων τοῦ ὑπάρχοντος αὐτῶι περὶ σταθμοῦ τόπων εὐδοκεῖν τῇ μετεπιγραφῇ, τὸν δὲ ἕτερον συνευδοκεῖν τῆι παραχωρήσει καὶ πᾶσιν ἃπαραχωρήσει καὶ πᾶσιν ἃ δηλοῦνται διὰ τῆς συγγραφῆς, καὶ μηδὲ παρασυγγρα φήσεινπαρασυγγραφήσειν μηδὲ κακοτεχνήσειν τι τῶν διὰ τῆς συγγρα φῆςτι τῶν διὰ τῆς συγγραφῆς ἢ τῶν ἐν τῇ χειρογραφίᾳ ταύτῃ γεγραμμένωνγεγραμμένων μήτε κρίσιν μηδὲ δίκην μηδένα ἡμῶν γράφεσ θαί σοι μηδὲ τοῖς παρὰ σοῦ ἐπὶ μηδενὸς ἄρχοντος μηδʼ ἐπὶ κριτηρίου περί τινος ἁπλῶς τῶν κατὰ τοὺς τόπους. ἐὰν δέ τι παραβαίνωμεν τῶν διὰ τῆς συγγραφῆς ἢ τῶν ἐν τῆι χειρογραφίᾳ ταύτῃ γεγραμμένων, ἡ μὲν παραχώρησις κυρία ἔστω καὶ ἡ πρᾶξις ἔστω σοί τε καὶ τοῖς παρὰ σοῦ τῶν καθʼ ἡμῶν ἐπιτίμωνἐπιτείμων ἀκολού θως τῆι συγγραφῆι, αὐτοὶ δʼ ἔνοχοι εἴημεν τῷ ὅρκῳ ὁπηνίκʼ ἂν εὐθυνθῶμενεὖ συνθῶμεν. Χαιρήμων Ἀπολλωνίωι χειρογραφίαCross-references (3)
- TM-Text 4820 primary
- DDbDP-Text bgu;8;1738 tier-1
- HGV-Text 4820 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.