no image
DDbDP-text
Apollonous to Terentianus via HGV-meta
Linked by Trismegistos ID
TM 17238.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλωνοῦς Τερεντιανῶι τῶι ἀδελφῶι χαίρειν καὶ διὰπρὸ παντὸς ὑγιαίνεινὑγένειν. γινώσκεινγινώσκιν σε θέλω ὅτι ἐπεὶἐπὶ προέγραψά σοι περὶ τῶν ὑπαρχόντων μοι λοιπὸν οὖν ατραπιι ὅτι τὰ ἐκφόρια καὶ τὰ σπέρματα πάντα ἐκ βήσονται ὅλως. καὶ μὴ λυποῦ περὶ τῶν τέκνων· καλῶς διάκεινταιδιάκινται καὶ εἰς διδάσκαλονδεσκάλην παρεδρεύουσι. καὶ περὶ τῶν σῶν ἐδαφῶν κεκούφικα τὸν ἀδελφόν σου δύο ἀρτάβας ἀπὸ τῶν ἐκφορίων. λοιπὸνλυπὸν οὖν ἀπολαμβάνο μαιἀπολαμβάνομε παρʼ αὐτοῦ πυροῦ ἀρτάβας ὀκτὼ καὶ λαχανοσπέρμουλαχανοσσπέρμου ἀρτάβας ἕξ. καὶ μὴ λυποῦ περὶ ἡμῶν καὶ ἐπιμέλου σαυτοῦ. μετέλαβον παρὰ Θερμουθᾶτος ὅτι εὐπόρησαςεὐπόρησες σεαυτῷ ζεῦγος βαλτίων, καὶ ἐχάρησα πολλά. καὶ περὶ τῶν ἐλαι ώνων εὐκαρποῦσι τὰ ἕως σήμερον. καὶ θεῶν θελόντων ἐὰν δυνη θῇδυνησθῇ παραβαλεῖνπαραβαλῖν πρὸς ἡμᾶς. καὶ ἐρρῶσθαίἐρῶσθαί σε βούλομαιβούλομε καὶ ἀσπάζονταίἀσπάζοντέ σέ σου τὰ παιδία καὶ πάντες οἱτοὺς σοίσούς. ἔρρωσο. ἔτους β Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαμενὼθ κ. ἀπόδος Ἰουλίωι Τερεντιανῶι στρατιώτηι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.