Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.8.465

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἀπολινάριος Τασουχαρίωι τῇ κυρίᾳ μου μητρὶμητρεὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ἐρρῶσθαι, ὅ μοι εὐκταῖόν ἐστιν προσκυνῆσαί σε ἐρρωμένην μοι ππ καὶ βίος. σὺ γάρ μου κσε ἐὰν εἰδῶ ἐν τοῖς νεται. οὔπω γὰρ τῶν γονέων, μάλιστα δέ ἐστί μοι διʼ εὐχῆς. ὁσάκι γὰρ ἐὰν μνησ θῶ ὑμῶν οὔτε ἔσθω οὔτε πίνω ἀλλὰ κλαίω νησησοιου ἐμοὶ μόνῳ εβημενος ὅτι ειμι καὶ εἰς τοῦτο υομαι. εὐχαρισ τῶ δὲ τῷ Σαράπιδι καὶ Ἀγαθῇ Τύχῃ ὅτι πάν των κοπιώντων ὅλην τὴν ἡμέραν κοπτόν των λίθους ἐγὼ ὡς πριγκιπᾶλις διακινῶ μηθὲν ποιῶν. καὶ χαλκὸν ἀπέσχον, καὶ ἠ θέλησα ὑμῖν πέμψαι θαλλὸν ἐκ τῶν Τυ ρίων, καὶ διὰ τὸ μὴ ἀντιγράψαι ὑμᾶς οὐ πε πίστευκα οὐθενὶ διὰ τὸ μέγεθος τῆς ὁδοῦ. ὧδε γὰρ ἱμάτια καλὰ καὶ ἔβενος καὶ πινάρια καὶ μύρα ἀνάγεται εὐπόρωςεὐπόρος. διὸ ἐρωτῶ σε τὴν κυρίαν μου χως καὶ ἱλαρῶς εὐφραίνεσθαι. καὶ γὰρ ὧδε καλῶς ἐστιν. ἐὰν γὰρ ὑμεῖςὑμῖς λυπῆσθε ἐγὼ ἀδημονῶ. ἐργασίαν οὖν δώσειςδώσις ἐρωτῆσαι φίλον μου ἐπʼ Ἀλεξανδρείας ἵναεἵνα διʼ αὐτοῦ μοι πέμψῃς λίνα στυπέα. ὧδε γὰρ οὐκ ἔνι, καὶ μεγάλα καύματα γείνεται. ἐρωτῶ δέ σε πολλὰ τὴν κυρίαν μου Ἰουλίαν μηθὲν λυπεῖνλυπῖν αἰσθομένη ὅτι ἐμοὶ δισσῶς ὑπερέχειςὑπερέχις ι. εὔχομαι μετὰ τοὺς θεοὺς ὑμᾶς προσκυνῆσαι ἐρρωμένας. καὶ εἰ ἐκομί σασθε τὴν σύνθεσιν τῶν ων καὶ τὸν παρὰ Πλούτου υ ἐρωτῶ ὑμᾶς ἀόκνως μοι ἀντιγράψαι περὶ τῆς σω τηρίας ὑμῶν ἵναεἵνα καὶ ἐγὼ παραψυχὴν ἔχω. ἀσπάζου Ἰουλίαν, Σαραπιάδα τὴν κυρίαν ἀδελφήν, τὴν μάμαν Σαμβᾶθιν, Ἔρωτα, Πτολεμαῖον τὸν μικρόν, τὸν ἀδελφόν, Ἀμμωνοῦν καὶ τὰ τέκνα αὐτῶν, Βετῆν Δεῖον Πτολλᾶν Πτολεμα Πτολλοῦν. Κλήμης δὲ ῆλθε μετὰ τοῦ παρʼ αὐτοῦ. ἀσπά ζομαι πάντας τοὺς ἐν οἴκωι. ἐρρῶσθαί σε εὔχομαι καὶ εὐφραίνεσθαι. Μεχεὶρ κε ὥστε Τασουχαρίῳ μητρὶμητρεὶ ἀπόδος Ἰουλίᾳ φριμινίου Κρητικοῦ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.