Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.8.491

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἀπολινᾶρις ΤαήσειΤαήσι τῇ μητρὶμητρεὶ καὶ κυρίᾳ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνεινὑγειαίνειν καὶ ἐγὼκἀγὼ αὐτὸς ὑγιαίνωὑγειαίνω καὶ τὸ προσκύνη μά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. γινώσκεινγεινώσκειν σε θέλω, μήτηρ, ὅτι ἐρρωμένος ἐγενόμην εἰς Ῥώμην Παχὼν μηνὶ κε καὶ ἐκληρώθην εἰς Μισηνούς. οὔπω δὲ τὴν κεντυρίανκετυρίαν μου ἔγνων· οὐ γὰρ ἀπε ληλύθεινἀπεληλύτειν εἰς Μισηνοὺς ὅτε σοι τὴν ἐπιστολὴν ταύτην ἔγραφον. ἐρωτῶ σε οὖν, μήτηρ, σεαυτῇ πρόσεχε, μηδὲν δίσταζε περὶ ἐμοῦ· ἐγὼ γὰρ εἰς καλὸν τό πον ἦλθον. καλῶς δὲ ποιήσειςποιης γράψασάγράψασσά μοι ἐπιστο λὴν περὶ τῆς σωτηρίας σου καὶ τῶν ἀδελφῶν μου καὶ τῶν σῶν πάντων. καὶ ἐγὼγὼ εἴ τινα ἐὰν εὕρω γράφω σοι· οὐ μὴ ὀκνήσω σοι γράφεινγράφιν. ἀσπάζομαι τοὺς ἀ δελφούς μου πολλὰ καὶ Ἀπολινᾶριν καὶ τὰ τέ κνα αὐτοῦ καὶ Καραλᾶν καὶ τὰ τέκνα αὐτοῦ. ἀσπάζομαι Πτολεμαῖν καὶ Πτολεμαείδα καὶ τὰ τέκνα αὐτῆς καὶ Ἡρακλοῦν καὶ τὰ τέκνα αὐτῆς. ἀσπάζομαι τοὺς φιλοῦντάς σε πάντας κατʼ ὄνο μα. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος εἰς Καρανίδα ΤαήσειΤαήσι ἀπὸ Ἀπολιναρίου υἱοῦὑειοῦ Μισηνάτου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.