no image
DDbDP-text
Private Letter via APIS-papyrus
Letter from Claudius Terentianus to his father Claudius Tiberianus. A private letter from Claudius Terentianus in Alexandria to his father Claudius Tiberianus, worried that he has not heard from him since he sailed upriver while ill. He asks him to pass a letter from the dioiketes to the strategos to Tabatheus for quick delivery, and asks for news of Nemesianus. machine translation
Linked by Trismegistos ID
TM 27092.
Each record below describes this same artifact or text from a different angle.
[r]
Κλαύδιος Τερεντιανὸς Κλαυδίῳ Τιβεριανῷ
τῷ πατρὶ καὶ κυρίῳ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν
καὶ εὐτυχεῖν, ὅ μοι εὐκταῖόν ἐστιν. θαυμάζω πῶς ἀναπλεύσας οὐκ ἀντέγραψάς
μοι περὶ τῆς σωτηρίας σου, ἀλλὰ ἕως σήμερον ἀγωνιῶ διότι νωθρευόμενος ἀπʼ ἐμοῦ ἐξῆλθες. καλῶς οὖν ποιήσεις
ταχύτερόν μοι ἀντιγράψαι περὶ τῆς σωτηρίας σου. ἀναδώσεις Ταβαθεῦτι τὴν ἐπιστολὴν τὴν τοῦ διοικητοῦ πρὸς τὸν στρατηγόν. πᾶν δὲ ποιησάτω ἀναδοῦναι αὐτὴν ταχύτερον τῷ στρατηγῷ ἵνα πρὸς τὰ
γραφέντα αὐτῷ καὶ αὐτὸς ταχέως ἀντιγράψῃ. ἔμελλον καὶ ἐγὼ ἀναπλεῦσαι ἀλλὰ οὔπω τὰ μετέωρά μου ἐξέπλεξα
ἕως σήμερον. καὶ ἐὰν γνῶς περὶ Νεμεσιανοῦ ποῦ διατρίβει ἀντίγραψόν μοι ἐπεὶ
ἀγωνιῶμεν καὶ περὶ αὐτοῦ. ἀσπάζονταί
σε οἱ ἐμοί. ἄσπασαι πάντας τοὺς φιλοῦντάς σε κατʼ ὄνομα.
ἐρρῶσθαί σε
εὔχομαι.
[v]
Κλαυδίῳ Τιβεριανῷ τῷ τιμιωτάτῳ παρὰ Κλαυδίου
Τερεντιανοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.