no image
DDbDP-text
To a Brother via HGV-meta
Letter to a brother asking to follow him. The end of a private letter to a brother, written for the sender by a scribe named Peteeus, dated 23 August AD 133. The writer mentions a garment of the brother's kept in storage that had been sent to Syria and back, sends greetings to the brother's wife, daughter and horse Bassus, and begs to be taken along wherever the brother goes. machine translation
Linked by Trismegistos ID
TM 17241.
Each record below describes this same artifact or text from a different angle.
[1]
[… 5 lines lost …]
[2]
[… ? lines lost …]
[…]ν δὲ ν…[…].
[…]… καὶ εἴ τι θέλεις γράψον μοι
πάντα ἃ θέλεις. ἀπόκειται ἕως σήμερον τὸ κοκκούλιόν σου. καὶ πέπομφαν αὐτὸ εἰς Συρίαν ἄλλο ἅπαξ καὶ ἀνόκνως ἐνήνοχάν μοι αὐτόν.
ἐρρῶσθαί σε εὔχομαι.
φυλάσσω αὐτό. Πετεεῦς ὁ γράφων μοι τὴν ἐπιστολὴν ἀσπάζεται σε λίαν λίαν καὶ τὴν γυναῖκά σου καὶ τὴν θυγατέρα σου
καὶ Βάσσον τὸν ἵππον σου. καὶ
[…]…γ…μι· αὐτὸς μὲν γάρ σε, ἄδελφε ἐρωτῶ σε. ἐὰν δὲ θέλῃς ἐλθεῖν καὶ λάβῃς
με μετʼ ἐσοῦ ἔρχου, καὶ ὅπου ἐὰν
λάβῃς με ἀκολουθήσω σοι καὶ
ὡς φιλῶ σε ὁ θεὸς ἐμὲ φιλήσει.
ἐρρῶσθαί σε εὔχομαι.
ἔτους ιζ Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Μεσορὴ λ Ἑλλήνων.
καὶ μὴ ὀκνήσῃς γράφων ἐπιστολάς, ἐπεὶ ἐχάρην λίαν λίαν
ὥς σου παραγεναμένου. ἀφʼ ἧς
ἔπεμψάς μοι τὴν ἐπιστολὴν
σέσωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.