no image
DDbDP-text
Private Letter via APIS-papyrus
Letter from Theon to Apollinarius about his illness and a missed visit. A private letter of the 2nd century AD from Theon to Apollinarius, saying he would have rushed to him had he not heard that Apollinarius recovered from an illness. Theon reports that Alexander arrived just after Apollinarius left and was sorry to miss him, and asks to be told a price so he can pay it to Apollonios. machine translation
Linked by Trismegistos ID
TM 27107.
Each record below describes this same artifact or text from a different angle.
Θέων Ἀπολιναρίῳ τῶι
τιμιωτάτῳ χαίρειν.
εἰ μὴ ἐμάθομεν σὺν θεοῖς σε καλῶς ἐσχηκέναι μεθʼ ἃ γράφεις
πεπονθέναι, πάντα ἂν καταλιπόντες ἐσπεύσαμεν πρὸς σέ, σοῦ
γὰρ τιμιώτερον οὐδέν ἐστιν.
ἀλλὰ καὶ ἐνθάδε ὄντες εὐχόμεθά σοι ὑγίειαν ἀξίῳ ὄντι.
Ἀλέξανδρος ὁ κτίστης, παραγενόμενος εὐθέως μετʼ ἄφιξίν σου καὶ καθηγηθεὶς
ὡς καὶ διʼ αὐτὸν ἄλλας ἡμέρας
ἐπέμεινας παρʼ ἡμῖν ἵνʼ αὐτῷ
συνχρονήσῃς, ἐλυπήθη ὅτι
σε οὐ κατέλαβεν. καθʼ ὥραν δὲ
σοῦ σὺν ἡμῖν ἐμέμνητο
[…]…σ…[…]…[…]ς ἡμᾶς τιμήσας
[…]
…[…]…[…]…[…]μετὰ πλείστης σπουδῆς κομισθῇ. τὴν
οὖν τιμὴν δήλωσόν μοι ἵνα
Ἀπολλωνίῳ τῷ ἀδελφῷ μεταβάλωμαι. ἀσπαάζονταί σε οἱ παρʼ
ἡμῶν πάντες καὶ αἱ παρʼ ἡμῶν
πᾶσαι.
ἐρρῶσθαί σε εὔχομαι,
τιμιώτατε[…]…α[…]ρως…[…].Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.