no image
DDbDP-text
Private Letter via APIS-papyrus
Letter from Ptolemaios to his father about wood for a banquet of Sarapis. A private letter from Ptolemaios to his father, telling his parents that he has taken the post of agoranomos (market official) for a banquet of the god Sarapis, which spares him the fees and earns him double portions. He asks his father to bring up five donkey-loads of wood for the banquet, promising to repay the costs. machine translation
Linked by Trismegistos ID
TM 30511.
Each record below describes this same artifact or text from a different angle.
Πτολεμαῖος τῷ πατρὶ χαίρειν.
γινώσκειν σε θέλω καὶ τὴν μητέρα μου ὅτι σιωπητικοῦ τῆς
κλίνης δραχμαὶ κδ καὶ τόπου ἄλλαι δραχμαὶ κβ.
λογισάμενος οὖν ἦρκα ἀγορανομίαν ἵνα μήτε σιωπητικοῦ μήτε
τόπου δῶ, ἀλλὰ καὶ διπλᾶ μέρη λαμβάνω καὶ χορηγῶ αὐτοῖς ξύλα.
ἀπʼ ἐντεῦθεν οὖν φρόντισον καὶ
ἐὰν ἀναβῇς λήμψῃ τὸ ναῦλον
τῶν ὄνων. χρεία γάρ ἐστιν ε
γόμων. ἐὰν δὲ χρεία μου ᾖ πέμψον μοι φάσιν καὶ καταβήσομαι
μετὰ ἄλλων δύο φίλων ἵνα μὴ σὺ
κοπιᾷς. καὶ γὰρ ἀντειπεῖν ἄνθρωπος
οὐ δύναται τῷ κυρίωι Σαράπιδι. ἄλλη
γὰρ δίμηνός ἐστιν ἕως τῆς
κλίνης. ἐὰν δύνῃ τῷ σῷ ὄνῳ
ἀνενέγκαι αὐτά ἀνένεγκον καὶ
εὑρήσεις εἰς τὴν δαπάνην σου
τὰς δραχμάς.
ἔρρωσο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.