no image
DDbDP-text
Petition to a Strategus via HGV-meta
Petition of three brothers about their missing brother's wheat debt. Petition by three brothers from Karanis to the strategos Claudius Areios. They paid 15 artabas of wheat to the Kamelian estate on behalf of their vanished younger brother Petesouchos and ask that the village hegoumenos search for him so he can repay what he owes them. Dated 14 September AD 98. machine translation
Linked by Trismegistos ID
TM 12020.
Each record below describes this same artifact or text from a different angle.
Κλαυδίωι Ἀρείωι στρατηγῶι Ἀρσινοίτου
Ἡρακλείδου μερίδος
παρὰ Πετεσούχου καὶ Πετσίρεως καὶ
Πνεφερῶτος τῶν τριῶν Πεθέως
τῶν ἀπὸ κώμης Καρανίδος. τυγχάνομεν ἀποδεδωκότες ὑπὲρ τοῦ
ἀδελφοῦ ἡμῶν Πετεσούχου
νεωτέρου εἰς τὸν τῆς Καμηλιανῆς
οὐσίας λόγον πυροῦ ἀρτάβας δεκαπέντε διὰ τὸ ἀφανῆ αὐτὸν γεγονέναι. διὸ ἀξιοῦμεν
ἐπιτρέψαι τῷ τῆς Καρανίδος ἡγουμένῳ
ὅπως τὴν ἀναζήτησιν τούτου ποιήσεται πρὸς τὸ ὑπομεῖναι τοῖς ὑπὸ
αὐτοῦ ὀφειλομένοις ἡμῖν ἵνʼ ὦμεν εὐεργετημένοι.
Πετεσοῦχος ὡς ἐτῶν ξε οὐλὴ δακτύλῳ δευτέρου χειρὸς ἀριστερᾶς
Πετσῖρις ὡς ἐτῶν ξ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς
Πνεφερῶς ὡς ἐτῶν μϛ οὐλὴ δακτύλῳ γ χειρὸς ἀριστερᾶς
ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Σεβαστοῦ μηνὸς Σεβαστοῦ ιζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.