no image
DDbDP-text
[r]
Αὐρηλίᾳ Τειηοῦτι τῇ καὶ Θερμουθαρίονι
χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ
διὰ τοῦ ἀνδρὸς αὐτῆς Ζωτίκου καὶ Αὐρηλίου,
παρὰ Αὐρηλίου Παμούνεως Φιλοσαράπιδος
ἀπὸ τῆς κώμης Τεπτύνεως φροντιστοῦ
Πτολεμαίου Εὐπόμπου. βούλομαι μισθώσασθαι παρά σου τὰς ὑπαρχούσας
σοι βόας τελεθιπυρας ἀριθμῷ τρεῖς
πρὸς μόνον τὸν τοῦ ἐνεστῶτος η ἔτους καὶ ζ ἔτους
ὑποσχισμὸν τῶν ὑπαρχουσῶν τῷ
Πτολεμαίῳ ἐν τῇ αὐτῇ κώμῃ ἀρουρῶν,
διδόντος μου ὑπὲρ φόρου χόρτου χλωροῦ εὐμ…[…]του πρ…[…]…ου εὐαρέστου
…ρου[…] καὶ πυροῦ ἀρτάβας ἐννέα
……[…] ἐμοὶ προλιπεῖν τὴν μίσθωσιν τῆς […]…λεια […] καὶ φρο…δος
καὶ τῷ φ…[…]… καὶ …χμ[…] πρὸς ἐμὲ τὸν
μισθούμενον· καὶ μετὰ τὸν ὑποσχισμὸν
παραδώσω τὰς βόας τρεῖς ὑγιεῖς εὐτραφεῖς
ὡς καὶ ἐγὼ παρέλαβον, τὸν δὲ χλωρὸν παραδώσω μηνὶ Τῦβι, τὰς δὲ πυροῦ ἀρτάβας
ἐννέα μηνὶ Παῦνι μέτρῳ δικαίῳ τετραχοινίκῳ, ἐὰν φαίνεται μισθῶσαι. ὡμολόγησα
Αὐρηλία Τεειηοῦς ἡ καὶ Τερμουθάριον
μεμίσθωκα τὰς βόας ὡς προκεῖται. Αὐρήλιος
Ζωτίκης ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου.
ἔτους η καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν, Φαῶφι β.
[v]
μίσθωσις
βοῶν
Παμοῦν
Φιλοσαραπδραχμή
α……Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.