no image
DDbDP-text
Αὐρηλίᾳ Ἀμμωνίᾳ τῇ καὶ Δημητρίᾳ διʼ ἐκδίκου τοῦ κατὰ θείου Αὐρηλίου Σερήνου Ἁρποκρατίωνος ἀπὸ ου. παρὰ υ τοῦ καὶ Σατύρου Καλάντου ἀπὸ ἀμφόδου Βειθυνῶν Εἰσίωνος. βούλομαι μισθώ σασθαι παρὰ σοῦ ἀπὸ τῆς ὑπαρχούσης σοι οἰκίας ἐν τῇ αὐτῇ πόλει ἐπ ἀμφόδου βειθυνῶν Εἰσίω νος μέρους συμπόσιον ὑπὲρ ον καὶ τὸν ἄνω τοῦ συμποσίου κοιτῶνα σὺν χρηστηρίοις ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ὄντος μηνὸς Ἁθὺρ ἐνοικίου κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμῶν τῆς προσδεηθείσης ἐπισκευῆς ἢ ἀνοικοδομίας οὔσης πρὸς σὲ τὴν κτήτορα, τῆς δὲ ἐπιμελείας καὶ φροντίδος πρὸς ἐμὲ τὸν μισθού μενον, τὸ δὲ ἑσταμένον ἐνοίκιον ἀποδώσω καθʼ ἕκαστον μῆνα ἀκοιλάντως ἔχοντός μου ἐξουσίαν τῆς χρήσεως καὶ τῶν ἄλλων χρηστηρίωνχρητηρίων ε κλεῖδας ἐπιστήσομαι χωρὶς τοῦ ἐνοικίου καὶ μετὰ τὸν χρόνον παραδώσω σοι τὰ μισθούμενα καθαρὰ ἀπὸ πάσης ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαιςἐφαιστώσαις θύραις καὶ κλεισίν, ἐὰν φαίνηται μισθῶσαι. Αὐρηλία Ἀμ μωνία ἐμίσθωσα, ὡς πρόκιται. ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοὺς καὶκαὶ Αὐτοκράτορος Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου ΚαίσαροςΚαίσαρος τῶν κυρίων Σεβαστῶν Ἁθὺρ γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.