Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mil.congr.xiv.pg22

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Διογᾷ κεκοσμητευκότι ρκλισετῶι πρὸς τῆι ἐπικρίσει τινῶν ἀμφόδων μητροπόλεως παρὰ Εὐδαιμονίδος τῆς Διονυσίου τοῦ καὶ Ζωίλου μητρὸς Θαήσιος μετὰ κυ ρίου τοῦ υἱοῦ Ὡρίωνος ἀμφοτέρων τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου. τοῦ γεγονότος μοι ἐκ τοῦ γενομένου μου καὶ τετελευτηκότος ἀνδρὸς Χαιρήμονος τοῦ Ὡρίωνος τοῦ Χαιρήμονος μητρὸς Ἡρα κλοῦτος τῆς Ἑρμίου υἱοῦ, τοῦ δὲ καὶ τοῦ ἑτέρου μου ἐκ Χαιρήμονος υἱοῦ Ὡρίωνος ἀδελφοῦ Διονυσίου προσβεβηκότος εἰς ιγ ἔτη τῶι ἐνεστῶτι α ἔτει Αὐτοκράτορος Νέρουα Καίσαρος Σεβαστοῦ, α ἔτους ιγ ἀσήμου, ὀφείλοντος ἐπικριθῆναι κατὰ τὰ κελευσθέντα, ὑπέταξα τὰ ἀμφοτέρων ἐμοῦ τε καὶ τοῦ πατρὸς αὐτῶν Χαιρήμονος δίκαια. τῇ μὲν οὖν τοῦ η ἔτους Νέρωνος κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμεθα ἀμφότεροι ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ωτ οικια ὁ Ὡρίων τοῦ Χαιρήμονος ἀπεγράφη ὁ τοῦ Διονυσίου καὶ τοῦ Ὡρίωνος πάππος τῇ δὲ τοῦ η ἔτους θεοῦ Οὐεσπασιανοῦ κατʼ οἰκίαν ἀπογραφῆι τῇ κελευσθίσῃ ὑπὸ επτνου τοῦ κυρίου ἡγεμονεύσαντος ἡμεῖς ἀμφότεροι ἀπεγραψάμεθα ἐν ἰδίᾳ επιδο δίκαια ἐπʼ ἀμφόδου Συριακῆς ας, συναπογραψάμενοι τόν τε προγεγραμ μένον ἀμφοτέρων υἱὸν Ὡρίωνα καὶ ἀμφοτέρων θυγατέρας ἩρακλοῦνἩακλοῦν καὶ Ἡραιδοῦν, τῇ δὲ τοῦ θ ἔτους Δομιτιανοῦ κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμην ἐγὼ ἡ Εὐδαιμονὶς σὺν τῶι προγεγραμμένῳ μου υἱῶι Ὡρίωνι καὶ μιᾷ τῶν θυγατέρων Ἡρακλοῦτι, συναπογραψαμένη καὶ τὸν ἐπικρινόμενόν μου υἱὸν Διονύσιον ἀφήλικα, τοῦ τε Ὡρίωνος καὶ Διονυσίου πατρὸς ἤδη τετελευ τηκότος, ὁ δὲ ἐπικρινόμενός μου υἱὸς Διονύσιος ουρισι ἐν γραφῇ ἀφηλίκων ὑπὸ τοῦ ἀμφοτέρων πατρὸς Χαιρήμονος τῷ ἔτει Δομιτιανοῦ μηνὶ Φαῶφι τὸν προγεγραμμένον αὐτῶν πατέρα Χαιρήμ ονα τετελευτηκότων γραφῆς τῶι θ ἔτει Δομιτιανοῦ μηνὶ Τῦβι καὶ ὁ προγεγραμμένος μου υἱὸς Ὡρίων ἐπικεκριμένος ὑπὸ σοῦ τῷ ι ἔτει Δομιτιανοῦ Αὐτοκράτορος

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.