Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mil.vogl.1.26
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Μουνατιανῷαπω Μουνατιανοῦ ἀπὸ ἱερέωνσπο γενομένουγενομενομενου ἀρχιδικαστοῦ υἱῷὑῷ, τῶν ἐν τῷ Μουσείῳ σιτουμένωνσειτουμένων ἀτελῶν, κεχιλιαρχηκότικεχειλιαρχηκότι, γενομένῳ στρατηγῷ τῆς πόλεως, ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματισ τῶν καὶ τῶν ἄλλων κριτηρίων· παρὰ Σεραλλίου Πτολλᾶ μητρὸς Ἑρμιόνης τῆς Πλουτάρχου τῶν ἀπὸ τῆς κώμης Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ ἀπούσης, ὑπὲρ ἧς πάρεστιν πρὸς τὴν τελείωσιν τῆσδε τῆς συνχωρήσεως ὁ διαπεμφθεὶς αὐτῇ Πτολλαρίων Παυλείνου τοῦ Πάτρωνος τῶν ἐκ τοῦ ἀριθμοῦ τῶν ἐν τῷ Ἀρσινοείτῃ ἀνδρῶν Ἑλλήνων καὶ παρὰ Διοσκόρου τοῦ Νεμεσίωνος τοῦ Ἀρείου Σωσικοσμείου τοῦ καὶ Ζηνείου· συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε· ὁμολογεῖ ὁ Διόσκορος, εὐπειθὴς ὑπὸ τῆς Σεραλλίου γεγονὼς καὶ ἀπεσχηκὼς παρʼ αὐτῆς διὰ τοῦ Πτολλαρίωνος κατὰ διαγραφὴν διὰ τῆς Λουκίου Καρφίου Δομίτου κολλυβιστικῆς τραπέζης τὰ ἑσταμένα τοῦ παραχωρητικοῦ ἀργυρίου σεβαστοῦ νομίσματος τάλαντα πέντε , αὐτόθεν παρακεχωρηκέναιπαρακεχωρηκεν αὐτῇαυτωτὰς ὑπαρχούσας αὐτῷ περὶ κώμην Θεογονίδα τῆς Πολέμωνος μερίδος τοῦ προκειμένου Ἀρσινοείτου νομοῦ κατοικικοῦ κλήρου ἐπικαλουμένου Βουβάλου γῆς σιτοφόρουσειτοφόρου ἀρούρας τριάκοντα ὀκτὼ ἥμισυ τέταρτον ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον, οὔσας ἐν μιᾷ ‡2 α σφραγῖδισφραγεῖδι, ἐπὶ ταῖς οὔσαις τῶν ἀρουρῶν γειτνίαις τε καὶ ὁρίοις καὶ εἰσόδοιςἰσόδοις καὶ ἐξόδοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ ταῖς ἄλλαις χρήσεσι καὶ ἐφʼ οἷς ἐπεκρατήθησαν καὶ ἐκυριεύθησαν μέχρι νῦν δικαίοις πᾶσι ἀκολούθως καὶ ταῖς εἰς τὸν Διόσκορον γεγονυίαις περὶ παραχωρήσεως αὐτῶν ὁμολογίαις δυσὶ τετελειωμέναις διὰ τοῦ ἐν Πτολεμαΐδι Εὐερ γέτιδι τοῦ αὐτοῦ Ἀρσινοείτου νομοῦ γραφείου, μιᾷ μὲν ὑπὸ ΠατύνιοςΠατῦνις ὡς δʼ ἐπί τινων Πάτρωνος τοῦ Αὐνείους τοῦ Πατύνιος τῷ τρισκαιδεκάτῳ ἔτει Θεοῦ Τραιανοῦ Παῦνι γ ἡμίσους μέρους τῶν δηλουμένων ἀρουρῶν, τῇ δὲ ἑτέρᾳ ὑπὸ τῶν τοῦ Πατύνιος ὡς δʼ ἐπὶ τινῶν Πάτρωνος θυγατέρων Πρωταροῦτος τῷ διεληλυθότι ἑνδεκάτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείωι τοῦ λοιποῦ τῶν αὐτῶν ἀρουρῶν μέρους ἡμίσους· ἀπὸ τοῦ νῦν τὴν Σεράλλιον κρατεῖν καὶ κυριεύειν τῶν παρακεχωρημένων αὐτῇ καθότι πρόκειται ἀρουρῶν τριάκοντα ὀκτὼ ἡμίσους τετάρτου καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀπὸ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους ἀποφέρεσθαι εἰς τὸ ἴδιον διὰ τὸ καὶ τὸ τοῦ ἐνεστῶτος ἔτους γένημα συνπαρακεχωρῆσθαι αὐτὴν χρωμένην ταῖς τῶν ἀρουρῶν εἰσόδοιςἰσόδοις καὶ ἐξόδοις καὶ ποτισμοῖς καὶ ἐκχύσεσι καὶ ταῖς ἄλλαις χρήσεσι πᾶσι κατὰ τὴν ἐπάνωθεν μέχρι τοῦ νῦν συνήθειαν, καὶ ἐξουσίαν ἔχειν ἑτέροις παραχωρεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ὃ ἐὰν αἱρῆται· τῷ δὲ Διοσκόρῳ μηδʼ ἄλλῳ ὑπὲρ αὐτοῦ μηδενὶ εἶναι ἔφοδον ἐφʼ ἃς παρακεχώρηκεν ἀρούρας κατὰ μηδένα τρόπον, βεβαιοῦν δὲ καὶ παρέχεσθαι αὐτὸν ταύ τας καθαρὰς ἀπὸ μὲν τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων σιτικῶνσειτικῶν τε καὶ ἀργυρικῶν καὶ τῶν ἄλλων τελεσμάτων πάντων ἕως μηνὸς Καισαρείου καὶ αὐτοῦ τοῦ Καισαρείου μηνὸς τοῦ διεληλυθότος ἑνδεκάτου ἔτους Ἁδριανοῦ τοῦ κυρίου, διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος ἔτους τῶν ἀρουρῶν τελέσματα πάντα εἶναι πρὸς τὴν Σεράλλιον, ἀπὸ δὲ ἰδιωτικῶνἰδιοτικῶνκαὶ πάσης ἐνποιήσεως διὰ παντὸς, καὶ πάντα τὸν ἐπελευσόμενον ἀφιστάνεινἀφειστάνειν αὐτὸν Διόσκορον παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι ἢ χωρὶς τοῦ ποιεῖν κατὰ ταῦτα ἔτι καὶ ἐκτίνεινἐκτίννειν αὐτὸν τῇ Σεραλλίῳ τά τε βλάβη καὶ δαπανήματα καὶ τὸ παραχωρητικὸν διπλοῦν καθάπερ ἐκ δίκης· ἀνείληφεν δὲ ὁ Πτολλαρίων ὥστε τῇ Σεραλλίωι παρὰ τοῦ Διοσκόρου τὰς δηλουμένας εἰς αὐτὸν τῶν παραχωρήσεων ὁμολογίας δύο καὶ τὴν εἰς τοὺς καὶ αὐτῷ παραχωρήσαντας Πατῦνιν ὡς δʼ ἐπί τινων Πάτρωνα καὶ τὰς τούτου θυγατέρας Πρωτοῦν καὶ Πρωταροῦν παραχωρήσεως συνχώρησιν οὖσαν ἐπὶ τοῦ δωδεκάτου ἔτους Θεοῦ Τραιανοῦ Ἐπείφ, ἔτι δὲ καὶ τὴν γεγονυῖαν ὑπὸ τοῦ ΠατύνιοςΠατῦνις ὡς δʼ ἐπί τινων Πάτρωνος εἰς τὰς θυγατέρας αὐτοῦ ἑτέραν ὁμολογίαν τελειωθεῖσαν διὰ τοῦ αὐτοῦ τῆς Πτολεμαΐδος γραφείου τῷ ἕκτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Σεβαστῷ περὶ ἐξετάσεως ἧς εἶχεν τοῦ ἐπιβάλλοντος αὐταῖς τῶν ἀρουρῶν μέρους χρήσεως. ἀξιοῦμεν οὖν σὲ συντάξαι τοῖς πρὸς τούτοις οὖσι προσδεξαμένοις παρʼ ἡμῶν τὴν συνχώρησιν τὰ ἄλλα ἐπιτελεῖν ὡς καθήκει καὶ πέμψαι αὐτῆς ἀντίγραφον τοῖς τῶν ἐνκτήσεων τοῦ Ἀρσινοείτου νομοῦ βιβλιοφύ λαξιν, ἵνʼ εἰδῶσι διὰ τὸ διεστρῶσθαι παρʼ αὐτοῖς εἰς τὸ τοῦ Διοσκόρου ὄνομα τὰς παρακεχωρημένας ἀρούρας· ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ ε. Διογένης κατακεχώρισταιΔιονύσιος ηημαιCross-references (3)
- TM-Text 12346 primary
- DDbDP-Text p.mil.vogl;1;26 tier-1
- HGV-Text 12346 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.