no image
DDbDP-text
Linked by Trismegistos ID
TM 20201.
Each record below describes this same artifact or text from a different angle.
[…]λογ[…]Αὐτοκράτωρ Καῖσαρ
Λούκιος ΣεπτίμιοςΣεουῆρος Εὐσεβὴς Πέρτιναξ Σεβαστὸς
Ἀραβικὸς Ἀδιαβηνικὸς
Παρθικὸς Μέγιστος καὶ Αὐτοκράτωρ Καῖσαρ
Μάρκος Αὐρήλιος Ἀντωνεῖνος Σεβαστὸς
Ἰουλιανῇ Σωσθενιανοῦ διὰ Σωσθένους
ἀνδρός· μακρᾶς νομῆς παραγραφὴ
τοῖς δικαίαν αἰτίαν ἐσχηκόσι καὶ ἄνευ
τινὸς ἀμφισβητήσεως ἐν τῇ νομῇ
γενομένοις πρὸς μὲν τοὺς ἐν ἀλλοτρίᾳ πόλει διατρίβοντας ἐτῶν εἴκοσι
ἀριθμῷ βεβαιοῦται, τοὺς δὲ ἐπὶ τῆς
αὐτῆς ἐτῶν δέκα . προετέθη ἐν Ἀλεξανδρείᾳ. η ἔτους Τῦβι γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.