no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Offer to lease half of a 5-aroura holding near Tebtynis, with acceptance. An offer to lease land, in which Tourbon son of Kronion of Tebtynis asks Heron, a former exegetes, to lease him his half share of a 5-aroura holding for four years, alternating barley and hay crops. Heron's acceptance follows, and the document dates to AD 166 at Tebtynis. machine translation
Linked by Trismegistos ID
TM 12386.
Each record below describes this same artifact or text from a different angle.
Ἥρωνι Ἀματίου ἐξηγητευκότι
παρὰ Τούρβωνος τοῦ Κρονίωνος ἀπὸ κώμης Τεπτύνεως. βούλομαι μισθώσασθαι παρά σου εἰς ἔτη τέσσερα ἀπὸ τοῦ
ἐνεστῶτος ζ ἔτους τὸ ὑπάρχον σοι ἥμισυ μέρος
κλήρου ἀρουρῶν ε περὶ κώμην Τεπτῦνιν Πελβῶνις λεγομένου, τὸ μὲν πρῶτον καὶ τρίτον
ἔτος τῆς μισθώσεως εἰς σπορὰν κριθῆς
ἐκφορίου κατʼ ἔτος ἀσπερμὶ κριθῆς ἀρταβῶν τεσσεράκοντα πέντε , τὸ δὲ δεύτερον
καὶ τέταρτον ἔτος εἰς σπορὰν χόρτου κοπῆς, φόρου κατʼ ἔτος ἀσπερμὶ ἀργυρίου δραχμῶν ἑξήκοντα , πάντων ἀνυπολόγων καὶ ἀκινδύνων
ἄγων τὰ κατʼ ἔτος ἔργα ὅσα καθήκει ἐκ
τοῦ ἰδίου τοῖς δέουσι καιροῖς καὶ τὰ κατʼ ἔτος
ἐκφόρια ἀποδώσω μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα μέτρῳ Διδύμης
Τεβτύνεως, τὸν δὲ φόρον Φαμενώθ,
πρὸς ἐμὲ ὄντων τῶν φορέτρων ἐπισπουδασμοῦ καὶ ὀνηλατικοῦ τῆς δὲ
παραγωγῆς τῶν ἐκφορίων πρός σε καὶ
μετὰ τὸν χρόνον παραδώσω τὰς
ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης.
ἐὰν φαίνηται μισθῶσαι. Ἥρων
ἐξηγητευκὼς μεμίσθωκα ἐπὶ ταῖς
ἐκφορίου πυροῦ ἀρτάβαις τεσσαράκοντα πέντε
καὶ φόρου ἀργυρίου δραχμαῖς ἑξήκοντα …
…ος […]ἔτους ζ Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν
α…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.