no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Offer to lease land near Theogonis for hay and wheat. An offer by Harphaesis son of Kronion of Tebtynis to lease for four years 5 1/2 arouras near Theogonis from several landowners, alternating hay for sheep pasture with wheat. It sets money and wheat rents, payment dates, and terms for returning the land, and was written at Tebtynis on 29 April 139. machine translation
Linked by Trismegistos ID
TM 12445.
Each record below describes this same artifact or text from a different angle.
[…]καὶ Α…[…]ωνι ἀμφοτέροις Θέωνος καὶ
Ἡρακλᾷ Ἡρακλείδου
παρὰ Ἁρφαήσεως τοῦ Κρονίωνος τοῦ Χεῶτος, ἀπὸ κώμης Τεβτύνεως. βούλομαι
μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντος τρίτου ἔτους
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὰς
ὑπαρχούσας ὑμῖν περὶ Θεογονίδα
ἀρούρας πέντε ἥμισυ ἢ ὅσαι ἂν ὦσι ἐν μιᾷ σφραγίδι, ἀφʼ ὧν τοῦ μὲν Ἡρακλᾶ
ἄρουραι τρεῖς ἕκτον καὶ τῶν ἄλλων
αἳ λοιπαὶ δύο τρίτον · τὸ μὲν πρῶτον
καὶ τρίτον ἔτος εἰς σπορὰν χόρτου καταβρώματος προβάτων καὶ κοιτασμόν,
φόρου ἀρουρῶν μὲν δύο τοῦ Ἡρακλᾶ ε…ου
[…]…ρους κατʼ ἔτος ἀργυρίου δραχμῶν[…] ἕξ , τῶν δὲ ἄλλων ἄνευ φόρου·
τὸ δὲ δεύτερον καὶ τέταρτον ἔτος τῆς
μισθώσεως εἰς σπορὰν πυροῦ, ἐκφορίου
ἐπὶ τὴν διετίαν κατʼ ἔτος σὺν αἷς λήμψομαι σπέρμασι πυροῦ ἀρτάβαις πέντε
ἥμισυ , τοῦ παντὸς πυροῦ ἀρταβῶν
ἑβδομήκοντα μιᾶς ἥμισυ , μέτρῳ
[…]αχοινίκωι θησαυροῦ Θεογονίδος
καὶ θαλλῶν ἐπὶ τὴν τετραετίαν κατʼ ἔτος[…]τεσσάρων , πάντων ἀνυπολόγων
καὶ ἀκινδύνων· καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος
τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα καὶ
τὰ ἐκφόρια ἀποδώσω ὑμῖν κατʼ ἔτος ἐν
μηνὶ Παῦνι ἐφʼ ἅλωι Θεογονίδος, τὸν δὲ
φόρον ἐν μηνὶ Φαμενώθ, πρὸς ἐμὲ ὄντων
τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ,
τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρὸς ὑμᾶς· καὶ
μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας
καθαρὰς ἀπὸ ἀγρώστεως δείσης πλὴν θρύου καλάμου· ἐὰν φαίνηται μισθῶσαι.
Ἁρφαῆσις ὡς ἐτῶν μγ οὐλὴἀντιχειρὶ ἀριστερῷ. ἔτους β
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παχὼν α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.