no image
DDbDP-text
Offer of Lease via HGV-meta
Offer to lease catoecic land at Theogonis. An offer to lease about 3 arouras of catoecic land near the village of Theogonis for four years, made by Herakles son of Maximos to the Antinoite Philantinoos alias Herodes and the women Tanouphis and Didyme. The yearly rent is 13 1/2 artabas of wheat, with detailed farming and return conditions. It was written in the Arsinoite metropolis in August 195. machine translation
Linked by Trismegistos ID
TM 10756.
Each record below describes this same artifact or text from a different angle.
Φιλαντινόῳ τῷ καὶ Ἡρώδῃ Ἀντινοεῖ καὶ
Τανοῦφι καὶ Διδύμῃ ταῖς δυσὶ διὰ τοῦ προκειμένου
Φιλαντινόου τοῦ καὶ Ἡρώδου.
παρὰ Ἡρακλέου Μαξίμου ἀπὸ τῆς μητροπόλεως. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν τὰς ὑπαρχούσας ὑμῖν ἑκάστῳ καθʼ ὃ ἔχει
δίκαιον περὶ κώμην Θεογονίδα κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντος τετάρτου ἔτους, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον ἀσπερμεὶ πυροῦ ἀρταβῶν δεκατριῶν ἡμίσους ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ
ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιῶν, σπείρων τὰς ἀρούρας οἷς ἐὰν αἱρῶμαι
γένεσι πλὴν κνήκου, καὶ τὸ ἐκφόριον ἀποδώσω μηνὶ Παῦνι ἐφʼ ἅλῳ τῆς προκειμένης
κώμης μέτρῳ ἑξαχοινίκῳ θησαυροῦ τῆς
κώμης καθαρὸν ἄδολον ἄβωλον ἄκριθον
κεκοσκινευμένον, τῆς μετρήσεως γεινομένης
διά τινος τῶν σῶν, τῶν δημοσίων
φορέτρων ὄντων πρὸς ἐμὲ τὸν Ἡράκλιον, τῶν
δὲ ἄλλων δημοσίων πάντων ὄντων πρὸς
ὑμᾶς. δώσω δὲ καὶ ὑπὲρ ὀνηλατικοῦ πυροῦ
ἀρτάβης ἕκτον . καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας, τὸ μὲν ἥμισυ μέρος ἀπὸ
συνκομιδῆς πυροῦ, τὸ δὲ λοιπὸν ἥμισυ μέρος ἀπὸ ἀναπαύματος χόρτου, καὶ καθαρὰς
ἀπὸ θρύου, καλάμου, ἀγρώστεως, δείσης πάσης,
ἐὰν φαίνηται μισθῶσαι.
Ἡράκλεος ἐτῶν νβ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς.
ἔτους γ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς
Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ μηνὸς
Μεσορὴ κα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.