no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Offer to lease cleruchic land near Theogonis for four years. An offer to lease 13 arouras of cleruchic land near Theogonis for four years, made by the brothers Paopis and Orsis of Tebtynis to the landowner Pasigenes, a kosmetes. It sets alternating crop rotations of wheat and pasture or hay, with rents in wheat and money plus a yearly cock, and was written in AD 155. machine translation
Linked by Trismegistos ID
TM 12446.
Each record below describes this same artifact or text from a different angle.
Πασιγένῃ Σαβείνου τοῦ καὶ Νίννου κοσμητῇ
παρὰ Παώπεως καὶ Ὀρσέως ἀμφοτέρων Κρονίωνος
τοῦ Ὀρσενούφεως ἀπὸ Τεβτύνεως. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ
εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντος ἐννεακαιδεκάτου ἔτους περὶ κώμην Θεογονίδα κλήρου ἀρούρας
δέκα τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐν β σφραγῖσι·
τὸ μὲν α καὶ γ ἔτος ἀρούρας μὲν
πέντε εἰς σπορὰν πυροῦ, τὰς δὲ λοιπὰς ἀρούρας η χόρτου
καταβρώματοςπροβάτων, ἐκφορίου ἐπὶ τὴν
διετίαν κατʼ ἔτος σὺν αἷς λημψόμεθα σπέρμασι πυροῦ ἀρτάβαις ε
τοῦ παντὸς πυροῦ ἀρταβῶν ξ καὶ φόρου δραχμῶν ρξ· τὸ δὲ β
καὶ δ ἔτος ἀρούρας μὲν η εἰς σπορὰν πυροῦ, τὰς δὲ
λοιπὰς ἀρούρας ε χόρτου κοπῆς, ἐκφορίου
σὺν αἷς λημψόμεθα σπέρμασι πυροῦ ἀρτάβαις η τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρταβῶν
ϙϛ καὶ φόρου δραχμῶν ρ καὶ θαλλοῦ ἐπὶ τὴν
τετραετίαν κατʼ ἔτος ἀλέκτορος α δραχμῶν δ, πάντων
μέτρῳ ἑξαχοινίκῳ ἰδίῳ σου,ἀνυπολόγων καὶἀκινδύνων,
πρὸς ἡμᾶς ὄντων δημοσίων φορέτρων, τῆς παραγωγῆς τῶνἐκφορίων πρὸς
σέ· καὶ μετὰ τὸν χρόνονπαραδώσομεν τὰς ἀρούρας
καθαρὰς ἀπὸ ἀγρώστεως δείσης πάσης πλὴν
θρύου καλάμου. ἔτους ιη Ἀντωνίνου τῶν ἐπαγομένων β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.