no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Offer to lease eight arouras of grain land at Theogonis. An offer to lease eight arouras of grain land near Theogonis for six years, made by two farmers, Pennis and Syros, to three former gymnasiarchs, Ptollarion, Geminus and Amatius alias Paulinus. The land is to alternate yearly between fodder for sheep (money rent of 64 drachmas) and wheat (rent of 107 artabas). machine translation
Linked by Trismegistos ID
TM 12360.
Each record below describes this same artifact or text from a different angle.
Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυμνασιαρχηκότος καὶ Γεμείνῳ γεγυμνασιαρχηκότι
καὶ Ἀματίῳ τῷ καὶ Παυλείνῳ ἀμφοτέροις
Πάτρωνος γεγυμνασιαρχηκότος
παρὰ Πέννειτος Ὀρσενούφεως τοῦ Πέννειτος
ἀπὸ κώμης Θεογονίδος καὶ Σύρου Δημητρίου
ἀπὸ ἀμφόδου Μακεδόνων τῶν δύο γεωργῶν καὶ ἀλλήλων ἐγγύων εἰς ἔκτεισιν. βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη ἓξ
ἀπὸ τοῦ εἰσιόντος ἑνδεκάτου ἔτους Αὐρηλίου
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας ὑμῖν, τῷ μὲν Πτολλαρίωνι κατὰ τὸ ἥμισυ
μέρος καὶ τοῖς περὶ Γέμεινον κατὰ τὸ λοιπὸν
ἥμισυ, περὶ τὴν προκειμένην κώμην Θεογονίδα σιτικὰς ἀρούρας ὀκτὼ ἐν τῷ λεγομένῳ
Πυρροῦ κλήρῳ ἐν δυσὶ κοίταις· τὸ μὲν πρῶτον
καὶ τρίτον καὶ πέμπτον ἔτος εἰς σπορὰν χόρτου καταβρώματος προβάτων, φόρου ἐπὶ τὴν
τριετίαν κατʼ ἔτοςἀσπερμὶ τῶν ὅλων ἀρουρῶν
ὀκτὼ ἀργυρίου δραχμῶν ἑξήκοντα τεσσάρων · τὸ δὲ δεύτερον καὶ τέταρτον καὶ ἕκτον
ἔτος εἰς σπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τὴν
τριετίαν κατʼ ἔτος σὺν αἷς λημψόμεθα σπερμάτων πυροῦ ἀρτάβαις ὀκτὼ τοῦ παντος πυροῦ ἀρταβῶν ἑκατὸν ἑπτὰ πάντων
ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ ἐπιτελέσομεν τὰ κατʼ ἔτος ἔργα ὅσα καθήκει τοῖς δέουσι
καιροῖς, βλάβος μηδὲν ποιουντες, καὶ τὰ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος μηνὶ Παῦνι
ἐφʼ ἅλῳ νέα καθαρὰ μέτρῳ ἑξαχοινίκῳ
ἰδίῳ ὑμῶν, τῆς μετρήσεως γινομένης διὰ
φροντιστῶν ὑμῶν, τὸν δὲ φόρον Φαμενώθ, τῶν δημοσίων πάντων ὄντων
πρὸς ὑμᾶς τοὺς γεούχους, τῶν δὲ κατʼ ἔτος
φορέτρων ἐπισπουδασμοῦ πρὸς ἡμᾶς, καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας
καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως
δείσης πάσης, ἐὰν φαίνηται μισθῶσαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.