no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Offer to lease catoecic land at Tebtynis with alternating grain and hay crops. An offer to lease 10 arouras of catoecic land near Tebtynis for four years, made by two cousins, Kronion and Harphaesis, to the landowner Taotis, acting with her son as guardian. The land alternates between wheat and barley in the first and third years, paid in grain, and hay in the second and fourth years, paid in money. machine translation
Linked by Trismegistos ID
TM 12419.
Each record below describes this same artifact or text from a different angle.
Ταωτίωι Πτολεμαίου μετὰ κυρίου τοῦ υἱοῦ Πτολεμαίου
Λουρίου τοῦ καὶ Ἀπολλωνίου
παρὰ Κρονίωνος τοῦ Ἥρωνος τοῦ Ἡρακλήου καὶ τοῦ κατὰ πατέρα
ἀνεψιοῦ Ἁρφαήσεως Ἡρακλήου τοῦ Ἡρακλήου τῶν δὺο ἀπὸ κώμης
Τεπτύνεως, Περσῶν τῆς ἐπιγονῆς. βουλόμεθα μισθώσασθαι
ἐξ ἀλληλεγγύης εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντος ὀγδόου ἔτους
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ Τεπτύνειν κλήρων τὰς ἐν μιᾷ σφραγίδι κλήρου κατοικικοῦ ἀρούρας δέκα ἢ ὅσαι ἐὰν ὦσι ἐν τῷ λεγομένῳ Ιλατος, τὸ μὲν πρῶτον καὶ τρίτον ἔτος
τῆς μισθώσεως εἰς σπορὰν τὸ μὲν ἥμισυ μέρος πυροῦ τὸ δὲ ἄλλο
ἥμισυ κριθῆς ἐκφορίου τοῦ παντὸς ἐπὶ τὴν διετίαν κατʼ ἔτος
σὺν αἷς λημψόμεθα σπερμάτων παρὰ σοῦ πυροῦ ἀρτάβαις πέντε
καὶ κριθῆς ἀρτάβαις πέντε τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρταβῶν
πεντήκοντα καὶ κριθῆς ἀρταβῶν ἐνενήκοντα , πάντων μέτρῳ τετραχοινίκῳ θησαυροῦ Τεπτύνεως, τὸ δὲ δεύτερον καὶ τέταρτον ἔτος τῆς μισθώσεως εἰς σπορὰν χόρτου κοπῆς εἰς ξηρασίαν
φόρου ἐπὶ τὴνδιετίαν κατʼ ἔτος ἀσπερμεὶ ἀργυρίου δραχμῶν ἑκατον καὶ …π…[…]υ Ταωτίου χόρτου ἄρουραν μίαν σχοινίῳ
κοπὴν ἀφʼ ἧς ἐὰν αἱρῆται κεφαλῆς ἢ μέρους ἀπὸ τῶν προκειμένων
ἀρουρῶν […] καὶ δ[…]…σης…[…]
θαλλῶν ἐπὶ τὴνδιετίαν κατʼ ἔτοςὄρνιθος μιᾶς ἀξίας δραχμῶν δύο
τὴν καλ[…]…[…]…[…]
ἐπιτελέσομεν τὰ κατʼ ἔτος τῶν ἀρουρῶν γεωργικὰ ἔργα
πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος
μηδὲν ποιοῦντες καὶ τὰ ἐκφόρια πάντα ἀποδώσομεν μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῆς μετρήσεως γενομένης διά τινων τῶν σῶν, τὸν δὲ φόρον Φαμενώθ, πρὸς ἡμᾶς
ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ καὶ ὀνηλατικοῦ
τῆς δὲ τῶν ἐκφορίων παραγωγῆς πρός σε καὶ μετὰ τὸν χρόνον
παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως
δείσης πάσης. βεβαιώσεις δὲ ἡμῖν τὴν μίσθωσιν καὶ καθαρὰν
ἀπὸ δημοσίων πάντων ἐὰν φαίνηται μισθῶσαι.
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.