no image
DDbDP-text
Copia del documento precedente via HGV-meta
Linked by Trismegistos ID
TM 12390.
Each record below describes this same artifact or text from a different angle.
Διονυσίῳ βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος, διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Ἁρπαήσεως τοῦ Κρονίωνος ἀπὸ κώμης Τεβτύνεως τῆς αὐτῆς μερίδος. ἐμισθωσά μην ἔτι πάλαι παρὰ Ἀσκληπιάδου τοῦ Ἀσκλη πιάδου Ἀντινοέως περὶ κώμην Κερκῆσιν τῆς αὐτῆς μερίδος σιτικὰς ἀρούρας εἴκοσι πέντε ἥμισυ , ἐν αἷς καὶ κταμίων ἄρουραι δέκα ἥμισυ , ὧν τὰ μέχρι τοῦ θ ἔτους καὶ αὐτοῦ θ ἔτους ἐκφόρια πλήρη ἀπέδω κα αὐτῷ Ἀσκληπιάδῃ· τῷ δὲ διεληλυθότι δεκάτῳ ἔτειἔτι, ποιησαμένου μου τὰ ἔργα κατʼ ἐγγύους, σπείραντος τὰς ἀρούρας πυρῷ, ἐκρήγματος γενομένου ἀπὸ τοῦ περὶ Κερκῆσιν δρυμοῦ, καθʼ ὕδατος ἐγένοντο ἄρουραι σιτικαὶ ἅμα καὶ ταῖς ἀρούραις καὶ πᾶσι φανερὸν ἐγένετο τοῦτο διʼ Ἀσκληπιάδου ἀμέλιαν γεγονέναι, διατρίβοντος αὐτοῦ τελέσαιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.