Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mil.vogl.6.267
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀρουρῶν τριάκοντα ὀκτὼ ἡμίσους τετάρτου κλήρου κα τοικικοῦ Βουβάλου λεγομένου ἐν μιᾷ σφραγῖδι περὶ κώμην Θεογονίδα, ἐκφορίου ἐπὶ τὴν ἑξαετίανἑξαετείαν κατʼκαθʼ ἔτος σὺν αἷς λήψομαι παρʼ ὑμῶν σπέρμασι πυροῦ ἀρτάβαις ὀκτὼ διμοίρῳ καὶ κριθῆς ἀρτάβῃ ἄλλῃ μιᾷ τοῦ παν τὸς τοῦ προκειμένου ἡμίσους μέρους κατʼ ἔτος πυροῦ ἀρταβῶν ἑκατὸν εἴκοσι μιᾶς ἡμίσους καὶ κριθῆς ἀρταβῶν δεκατεσσάρων καὶ θαλλοῦ κατʼκαθʼ ἔτος πυροῦ ἡμιαρ ταβίου καὶ ὀρνίθων δύο ἀξίας ἑκάστης δραχμῶν δύο , πάντων δὲ ἀνυπολόγων καὶ ἀκινδύνων, τὰ δὲ ἐκφόρια μέτρῳ ἑξαχοινίκῳ θησαυροῦ Θεογονίδος· καὶ ἐπιτε λέσω τὰ κατʼκαθʼ ἔτος ὅσα καθήκει τοῦ ἡμίσους μέρους γεωρ γικὰγεωργικων ἔργα πάντα ὅσα καθήκεικαθήκι ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιῶν, σπείρων τὰς ἀρούρας κατʼκαθʼ ἔτος τὸ μὲν ἥμισυἥμισου μέρος πυρῷ, τὸ δὲ λοιπὸν ἥμισυ ἐπὶ μὲν τὰ πρῶτα ἔτη πέντε οἷς ἐὰν αἱρῶμαι πλὴν κνή κου, τῷ δὲ ἐσχάτῳ ἔτειἔτι ἀναπαύσω τὸ αὐτὸ ἥμισυ μέ ρος χόρτῳ καταβρώματος προβάτων καὶ κοιτασμοῦ, καὶ τὰ ἐκφόρια ἀποδώσω ὑμῖνὑμεῖν κατʼκαθʼ ἔτος ἐν μηνὶ Παῦ νι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῶν δημοσίων φορέτρωνφολέτρων καὶ τοῦ διδομένου ὀνηλατικοῦ ὄντων πρὸς ἐμὲ τὸν Πρωτᾶν, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρὸς ὑμᾶς τὰς περὶ τὴν Πρωτοῦν. ἔσχον δὲ παρʼ ὑμῶν ἅμα τῷ ἀναφορίῳ εἰς προχρείας λόγον ὧν ἐπιτελέσω ἐν τῷ κλήρῳ ἔργων ἀργυρίου δραχμὰς πεντήκοντα , ἃς καὶ ἀ ποδώσω ὑμῖνὑμεῖν τῷ ἐσχάτῳ ἔτει τῆς μισθώσεως ἅμα τῇ τῶν ἐκφορίων παραδόσει ἀτοκὶ καὶ ἀνυπερ θέτως, καὶ μετὰ τὸν χρόνον παραδώσω τὸ μισθούμενον ἥμισυ μέρος καθαρὸν ἀπὸ ἀγρώστεως δείσηςδίσης πάσης. βεβαιώσετε δέ μοι τὴν μίσθωσιν καὶ καθαρὰν ἀπὸ δημοσίων καὶ ἀμεταμίσθωτον καὶ ἀναυτούργη τον καὶ ἀνυπέρβολον. ἐὰν φαίνηται μισθῶσαι. ἀντίγραφον ὑπογραφῆς. Πρωτᾶς Κρονίωνος ἐπι δέδωκα τὸ ἀναφόριον καὶ ἔσχον τὰς δραχμὰς πεντήκοντα καὶ ἀποδώσω τῷ ἐσχάτῳ ἔτει καθὼς πρόκιται. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ. Διόσκορος ειν τὸ προκείμενον ἀντίγραφον συνγραφῆςCross-references (3)
- TM-Text 12432 primary
- DDbDP-Text p.mil.vogl;6;267 tier-1
- HGV-Text 12432 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.