no image
DDbDP-text
Γάιος Λογγεῖνος οὐετρανὸς λεγιῶνος δωδεκάτης Κεραυνοφόρου Γαίῳ Σεμπρωνίῳ οὐετρανῷ χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ κατὰ τοῦτο τὸ χειρόγραφον παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς χιλίαςχειλίας ἑκατὸν εἴκοσι γίνονται δραχμαὶ Αρκ, τόκου δραχμιαίου ἑκάστης μνᾶς τὸν μῆνα ἕκαστον, ὧν καὶ τὴν ἀπόδοσίν σοι ποιήσω ἐν μηνὶ Χοιὰχ τοῦ ἐνεστῶτος β ἔτους Καίσαρος Τίτου Αἰλίου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρη σιλογίας μένοντος τούτου λόγου ὑπὲρ ὧν ἄλ λων αλ ὀφείλω σοι κατὰ χειρόγραφον δραχμῶν τῶν ὀφειλομένων ιων καὶ τόκων ἄνευ πάσης ὑπερ θέσεως καὶ εὑρησιλογίας, γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόν των μοι ἁπάντων. τὸ δὲ χειρόγραφον τοῦτο δισ σὸν γραφὲν κύριον ἔστω ὡς ἐν δημοσίῳ κατα κεχωρισμένον. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς ΤῦβιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.