Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mil.vogl.3.185

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Με χεὶρ α, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρ σινοΐτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Τεφερσά ϊς Ἥρωνος ὡς ἐτῶν εἴκοσι , ἄσημος, καὶ ἡ ταύτης μήτηρ Ταορσενοῦφις Ὀρσέως ὡς ἐτῶν τεσσεράκοντα τρεῖςτρῖς , οὐλὴ χειρὶ ἀριστερᾷ, ἀμφότεραι μετὰ κυρίου τοῦ τῆς Ταορσενούφεως πατρὸς Ὀρσέως τοῦ Ὀρσέως, ὡς ἐτῶν ἑξήκοντα ἑπτά , οὐλὴ πήχειπήχι δεξιῶι, καὶ ὁ γενόμενος τῆς Τεφορσάιτος ἀνὴρ Πρωτᾶς, ὡς ἐτῶν εἴκοσι ἑνός , οὐλὴ μετώπῳμετόπῳ, καὶ ὁ τούτου πατὴρ Αὐνῆς Ὀννόφρεως, ὡς ἐτῶν τεσσεράκοντα ἕξ , οὐλὴ ἀντίχειρι ἀριστερῶι, οἱ τέσσαρες , Τεφερσάϊς μὲν καὶ Πρωτᾶς συνῆρσθαι τὴν πρὸς ἀλλήλων συμβίωσιν, ἥτις αὐτοῖς συνεστήκει ἀπὸ συνγραφῆς ὁμολογίαςὁμολογείας γάμου τετελεσμένηςτετελισμένης διὰ τοῦ αὐτοῦ γραφείου τῷ πρώτῳ καὶ εἰκοστῷ ἔτειἔτι θεοῦ Ἁδριανοῦ μηνὶ Παχὼν ιδ, ἣν καὶ συνχωροῦσι ἄκυρονἄκοιρον εἶναι, καὶ ἐξεῖναι ἑκατέρῳ αὐτῶν τὰ καθʼ ἑαυτὸν οἰκονομεῖνοἰκονομῖν ὡς ἐὰν αἱρῆται, τῇ δὲ Τεφορσάϊτι σὺν ἑτέρῳ ἀνδρὶ συμβιοῦνσυμβιοῖν ἀσυκοφαντήτῳἀσοικοφαντήτῳ οὔσῃ κατὰ πάντα τρόπον. Ταορσενοῦφις δὲ ἡ μήτηρ ἀπέχεινἀπέχιν παρὰ τοῦ Αὐνέου τὴν διὰ τῆς συνγραφῆς φερνὴν ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα καὶ τὰ παράφερνα, ἅπαντες δὲ μὴ ἐπελεύσεσθαιἐπελεύσασθαι ἐπʼ ἀλλήλους περὶ τῶν ἄλλων τῶν εἰς τὴν συμβίωσιν ἀνηκόντων μηδὲ περὶ πράγματος παν τὸς μέχρι νῦν. ὑπογραφεῖς Ἵππαλος Χράτου ἐτῶν ξθ οὐλὴ δεξιῷ καὶ Χαιρήμων Βάστου ἐτῶν οὐλὴ ΠρῶταςΠρωτα καὶ Αὐνῆς υπ ὁμολογοῦμεν συνῆρσθαισυνησται Τεφερσάϊν συμβιώσεισυμβιώσικαὶ μὴ ἐγκαλεῖνἐνκαλῖν καθὼς πρόκιται. ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότωνἰδων γράμματα Χερήμων Βάστου. Τεφερσὰς Ἥρωνος καὶ ἡ μήτηρ αὐτῆς Ταορσενοῦφις μετὰ κυρίου Ὀρσέως τοῦ Ὀρσέως Τεφερσὰς μὲν συνῆρσθαισυνῆρσται τὴν πρὸςπρὸ τὸντων ΠρωτᾶνΠρωτα συνβίωσιν, Ταορσενοῦφις δὲ ἀπέχεινἀπέχιν παρʼ Αὐνέους τὴν φερνὴν καὶ τὰ παράφερνα καὶ μὴ ἐγκαλεῖνἐνκαλῖν καθὼς πρόκιται. ἔγραψα ὑπὲρ αὐτῶν Ἵππαλος Χρά του μὴ εἰδότωνεἰδόδων γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Τεβτύνι γραφείου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.